Ancient Greek · ~6 min
Book 1
Hippocrates, De muliebribus 1.77
Not analysed yet
77. Ὠκυτόκια δυστοκεύσῃ· δάφνης ῥίζην ξύσας ἢ τοὺς κόρους ὅσον ἥμισυ ὀξυβάφου, ἑφ’ ὕδατι δὸς πιεῖν θερμήνας. Ὠκυτόκιον· δικτάμνου ὅσον δύο ὀβολοὺς τρίψας ἐν ὕδατι θερμῷ πινέτω. Ἢ ἀβροτόνου δραχμὴν καὶ κεδρίδας καὶ ἄννησον ἐντρίψας ἐν γλυκέος οἴνου κυάθῳ, παραχέας ὕδατος παλαιοῦ κύαθον, δὸς πιεῖν· τοῦτο καλὸν δίδοται, ἢν πρὸ τῶν ὠδίνων δοθῇ. Ἢ δικτάμνου ὀβολὸν, σμύρνης ὀβολὸν, ἀννήσου δύο ὀβολοὺς, νίτρου ὀβολόν· ταῦτα τρίψας λεῖα, γλυκέος οἴνου ἐπιχέας κύαθον καὶ ὕδατος θερμοῦ κυάθους δύο, δὸς πιεῖν, εἶτα λοῦσον θερμῷ. Ὠκυτόκιον· ῥητίνην τερμινθίνην, μέλι. ἔλαιον διπλάσιον τούτων, οἶνον εὐώδεα ὡς ἥδιστον, ταῦτα ξυμμίξας, χλιήνας, διδόναι ἐκπιεῖν πλεονάκις· καταστήσει δὲ καὶ τὰς μήτρας, ἢν φλεγμήνωσιν. Ἕτερον ὠκυτόκιον· τοῦ σικύου τοῦ ἀγρίου, ὅστις ἂν ἤδη λευκὸς ᾖ, τὸν καρπὸν ἐμπλάσας κηρῷ, εἶτα εἰρίῳ ἐνελίξας φοινικέῳ, περίαψον περὶ τὴν ὀσφύν. Ἢν δὲ ἡ κύουσα πουλὺν χρόνον ἐπέχηται καὶ μὴ δύνηται τεκεῖν, ἀλλ’ ὠδίνῃ πλείους ἡμέρας, νέη δ’ ἔῃ καὶ ἀκμάζῃ καὶ πουλύαιμος, τάμνειν χρὴ τὰς ἐν τοῖσι σφυροῖσι φλέβας καὶ ἀφαιρέειν τοῦ αἵματος, πρὸς τὴν δύναμιν ὁρέων· καὶ μετὰ ταῦτα λοῦσαι θερμῷ ὡς ὑπὸ θερμοῦ διαφλύωνται· πιεῖν δὲ δοῦναι ἄγνου καρπὸν καὶ δίκταμνον κρητικὸν ἴσον ἑκατέρου ἐν οἴνῳ λευκῷ ἢ ἐν ὕδατι· προσθετὸν δὲ ποιήσας πρόσθες χαλβάνην καὶ δαφνίδας καὶ ῥόδινον ἔλαιον, ἐν εἰρίῳ ἐνειλίξας. Ὠκυτόκιον· τῆς δρυοπτέριδος τὴν ῥίζαν τρίψας ἐν οἴνῳ, δὸς πιεῖν· ἢ καὶ ἀδίαντον τρίβειν ἐλαίῳ, καὶ διεῖσα πίνειν ἐν οἴνῳ ἀκρήτῳ.