Ancient Greek · ~66 min
Book 1
Hippocrates, De muliebribus 1.78.1
Not analysed yet
78. Λεχοῖ τὰ λοχεῖα καθαίρει ἄμεινον· χελώνης θαλασσίης ἧπαρ χλωρὸν ἔτι ζώου ἐν γάλακτι γυναικείῳ τρίβειν, καὶ ἴρινον μύρον, καὶ οἶνον ἀναδεῦσαι καὶ προστιθέναι· ἢ λινόζωστιν τριπτὴν ἐν εἰρίῳ πρόσθες· ἢ ἀρτεμισίην τρίβων ὁμοίως ἐν εἰρίῳ προστιθέναι· καὶ λινοζώστιος καὶ σικύης ὀλίγον τρίψας, οἴνῳ τε καὶ μέλιτι δεύσας, προστιθέναι. Ἐκ τόκου καθαρτήριον λοχείων· πυροὺς τριμηνιαίους ἐρείκειν ὄσυν ἥμισυ χοίνικος, ἕψειν δὲ ἐν βδατι κοτύλῃσι τέσσαρσιν· ἔταν δὲ ξέσῃ, δὶς ἢ τρὶς δοῦναι ῥοφῆσαι. Ἕτερον· τῆς ἀκτῆς τὰ φύλλα ἑψήσας ἐν ὕδατι, ἀποχέαι καὶ πίνειν· τρωγέτω δὲ καὶ κράμβας ἑφθὰς καὶ πράσα καὶ μάραθρον καὶ ἄννησον καὶ πουλύποδας καὶ παράβους· ἢ τοῦ ῥοῦ τὰ φύλλα καὶ ἐρύσιμον ἐν οἴνῳ, ἄλφιτα παλύνων, δοῦναι πίνειν· ἢ μίσυ ὅσον δύο ὀβολοὺς τρίψας, ἐν οἴνῳ φορύξας, προστιθέναι. Καθαρτήριον ἐπιμηνίων καὶ λοχείων μάλιστα, καὶ ὕδωρ ἄγει καὶ τὰ ἄλλα· στρουθίου ῥίζαν λεῖον κεκομμένην, ὅσον τοῖσι τρισὶ δακτύλοισιν, ἕν μέλιτι δεύσας, προσθεῖναι· φύεται δὲ οἷον τὸ ἐν Ἄνδρῳ ἐν τοῖσιν αἰγιαλοῖσιν. Ἕτερον καθαρτήριον ὁμοίως· ἐρύσιμον ἑψεῖν ἐν ὕδατι, καὶ ἐπιχέειν ἔλαιον, ὅταν ἀναβλύῃ, καὶ ψύχειν, καὶ ὑποθυμιῇν· ἀγαθὸν δὲ καὶ τὸν χυλόν, καὶ σιτίοισι μαλθακοῖσι χρῆσθαι. Λοχεῖα καθαίρει· ἐρύσιμον τρῖβε ἡσύχως, καὶ ἀναψυσᾷν θέλε τὸ κέλυφος· ὅταν δὲ καθαρὸν ποιήσῃς, τρίβειν λείως, καὶ ὅδωρ παραστάζειν, καὶ ἅλας καὶ ἔλαιον μίσγειν· ὅταν ἐπιπάσῃς βλητα, ἕψε, καὶ ῥοφείτω. Ἢν μὴ κατίῃ ἡ κάθαρσις ἡ λοχείη, λαβὼν σικύης ἐντεριώνης ὅσον τριώβολον, καὶ ἀρτεμισίην ποίην, καὶ λιβανωτοῦ ὅσον ὀβολὸν, τρίψας, ἐν μέλιτι μίξας, ἐς εἴριον ἐνειλίξας, πρόσθες πρὸς τὸν τὸ στόμα τῆς μήτρης, νυκτὸς ἀεὶ καὶ ἡμέρης, ἄχρις ἡμερέων πέντε τοῦτο ποιέειν. Ἢ τὸ ἀμπέλιον τρίβειν χλωρὸν, καὶ μέλιτι μίσγων, ἐς εἴριον ἐνειλίξας, προστιθέναι τὸν αὐτὸν τρόπον. Ἢ τῆς κυπαρίσσου τὸν καρπὸν καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ διεὶς καὶ μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέσθω. Ἢ ἀβρότονον ὅσον δραχμὴν, καὶ σικύης ἐντεριώνην ὅσον ὀβολὸν τρίψας ἐν μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέναι. Ἢ ἐλατηρίου ὀβολὸν καὶ σμύρνης τρίψας ἐν μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέσθω Ἢ κυπαρίσσου καρπὸν καὶ σικύης ἐντεριώνην καὶ λιβανωτὸν μέλιτι μίξας, ἐν εἰρίῳ προστιθέσθω. Καθαρτήριον, ἢν ἐκ τόκου μὴ καθαρθῇ· τοῦ τριφύλλου ἐν οἴνῳ λευκῷ πίνειν, καὶ τὰ καταμήνια καταῤῥήγνυσι τωὐτὸ προσθετὸν καὶ ἔμβρυον ἐκβαλλει. Μητρέων καθαρτικὸν, ὅταν τοῦ παιδίου ἐναποθανόντος αἷμα ἐμμείνῃ· κολοκύντην ἀγρίην τρίψασα ἐν μέλιτι λειχέτω, ἢ προστιθέσθω. Λοχείης πάσης, ἢν μὴ καλῶς ἴῃ· ἐρύσιμον ἑψεῖν καὶ ἄλφιτον, καὶ ἔλαιον ἐπιχέας, ὅταν ᾖ ἑφθὸν, ῥοφεέτω, καὶ σιτίοισιν ὡς μαλθακωτάτοισι χρεέσθω. Ἢ σκαμμωνίην τρίψας ἐν γάλακτι γυναικείῳ, εἰρίῳ ἀνασπογγίσας, προσθεῖναι· ἢ τῆς γλυκυρίζης μέλιτι δεύσας καὶ ῥοδίνῳ μύρῳ ἢ αἰγυπτίῳ ἐν εἰρίῳ προσθέσθω· ἢ ἄλητον πλυτὸν ὁμοίως προστιθέσθω· πινέτω δὲ κρήθμου καρπὸν καὶ σεσέλιος, καὶ πηγάνου καρπὸν, ἑκάστου ὀβολοὺς δύο τρίβειν ὁμοῦ, καὶ ἐν ἀκρήτῳ, ἢν μὴ πυρεταίνῃ, διδόναι. Προσθετὸν ἐκβάλλον χορίον ἀπολελειμμένον· τῆς ἀκτῆς τὸ φύλλον, προπυριῇν δὲ καὶ προστιθέναι ξὺν τῇ κανθαρίδι τοῦτο καὶ ὅσα ἠπεδανά· ἢν δὲ ἀμύσσηται καὶ δάκνῃ, αὐτίκα ἀφαιρέειν, καὶ ἐς ῥόδινον εἴριον ἀποβάπτουσα προσθέσθω. Προσθετὸν δυνάμενον χορίον ἐξαγαγεῖν, καὶ ἐπιμήνια κατασπάσαι καὶ ἔμβρυον ἀπόπληκτον· κανθαρίδας πέντε ἀποτίλας τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον παραθαλάσσιον κόψας ξὺν τῇ ῥίζῃ καὶ τοῖσι φύλλοισιν ὅσον κόγχην, καὶ τὸ βοάνθεμον χλωρὸν τρίψας τὸ ἔξω σκληρὸν ὅσον κόγχην, καὶ σελίνου σπέρμα τὸ ἴσον, καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐπ’ οἴνῳ γλυκεῖ κεκρημένῳ προσθεῖναι, καὶ ἐπὴν ὀδύνη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ μελίκρητον ὑδαρὲς πινέτω, καὶ οἶνον γλυκὺν, καὶ τοῦ τετριμμένου ὅσον στατῆρα αἰγιναῖον ἐν οἴνῳ πίνειν γλυκεῖ· ἐπὴν δὲ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ σταφίδας ἑψήσας ἐν ὕδατι ψῦξαι καὶ διδόναι πίνειν, καὶ ὅταν ἡ στραγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ ἐγκαθήσθω. Ἐκβόλιον ὑστέρων· σικύου ἀγρίου τὸν ὀπὸν ὅσον ποιεῖν ὡς μαζίον ἐμπλάσασα προστιθέναι, προνηστεύσασα ἐπὶ δύο ἡμέρας, οὐκ ἂν εὕροις τούτου ἄμεινον. Πειρητήριον· μώλυζαν σκορόδου ἀποζέσας προσθεῖναι. Ἕτερον πειρητήριον· νέτωπον ὀλίγον εἰρίῳ ἐνελίξας προσθεῖναι, καὶ ὁρῇν ἢν διὰ τοῦ στόματος ὄζῃ. Προσθετά· σκορπίου θαλασσίου τὴν χολὴν ἐν εἰρίῳ τιθεὶς καὶ ξηρήνας ἐν σκιῇ προστίθει· ἢ γλήχωνα ξηρήνας, λείην ποιήσας, ἐν μέλιτι δεύσας, ἐν εἰρίῳ προστιθέναι· ἢ ἄνθος χαλκοῦ ἐν μέλιτι ἐς ὀθόνιον ἐνδήσας προσθεῖναι· ἢ σικύου σπέρμα καὶ ὄστρακον κατακαύσας, ἐν οἴνῳ τε δεύσας, ἐν λαγωῇσι θριξὶν ἢ εἰρίῳ προστιθέναι. Ἄλλο προσθετόν· στυπτηρίην αἰγυπτίην ἐν εἰρίῳ κατελίξας προσθεῖναι. Ἢ κανθαρίδας τρίψας οἴνῳ τε δεύσας, ἐν εἰρίῳ προστίθει. Ἢ τὴν ἀρτεμισίην ποίην οἴνῳ δεύσας προστίθει. Ἢ μελάνθιον τρίψας ἐν οἴνῳ ἐν εἰρίῳ προστίθει. Ἢ βόλβιον τὸ ἐκ τῶν πυρῶν τρίψας ἐν οἴνῳ τε δεύσας, ἐν εἰρίῳ προστίθει. Ἢ οἴνου παλαιοῦ λευκοῦ τὴν τρύγα κατακαῦσαι, καὶ κατασβέσαι οἴνῳ λευκῷ, καὶ τρῖψαι, καὶ προσθεῖναι ἐν ὀθονίῳ. Ἢ χαλβάνην καὶ νέτωπον καὶ μίσυ ἐν ῥοδίνῳ μύρῳ, ἐν ὀθονίῳ προσθεῖναι. Ἄλλο προσθετόν· ἐλατηρίου δύο πόσιας καὶ κηρίον ἐν οἴνῳ δι’ ὀθονίου προστίθει. Ἢ βούτυρον καὶ στυπτηρίην μέλιτι δεύσας ὁμοίως. Ἢ ὀπὸν σκαμμωνίης καὶ στέαρ ἐν μάζῃ ξυμμίξας οἴνῳ τε δεύσας, δι’ ὀθονίου προσάγειν. Ποτὰ δυνάμενα χορίον τι κρατηθὲν ἐν τῇ μήτρῃ ἐξαγαγεῖν· κολοκυνθίδος ἀγρίης τρίψας τὸ ἔνδον ἐν γάλακτι γυναικείῳ ἐν ὀθονίῳ προστιθέσθω. Ἐπὶ τοῦ αὐτοῦ· σίλφιον ὅσον κύαμον ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερον ἐκβόλιον· ὑπὸ τὰς μασχάλας λαβὼν σείειν ἰσχυρῶς. Ποτὰ δὲ διδύναι ἄγνου πέταλα ἐν οἴνῳ· ἢ δίκταμνον κρητικὸν ὅσον ὀβολὸν ἐν ὕδατι τρίβειν καὶ διδόναι· ἢ κονύζης τῆς δυσόσμου ὅσον χεῖρα πλείην διεῖναι πράσου χυλῷ, καὶ νέτωπον, ὅσον χήμην ἁδρήν· ταῦτα ἐν οἴνῳ δοῦναι πιεῖν τρίψαντα λεῖα. Ἢ δᾷδα πιοτάτην ξὺν γλυκεῖ οἴνῳ ἑψεῖν, ἐπιχέας ὅσον τρεῖς κυάθους, καὶ χαλβάνην ὅσον τριώβολον, καὶ σμύρναν, ἑψήσας, ἐπειδὰν παχὺ γένηται, δὸς πιεῖν χλιαρόν. Ἢ πράσου χυλὸν καὶ σμύρναν καὶ οἶνον γλυκὺν ὁμοῦ. Ἢ ἀνδράχνης καρπὸν λέαινε, δίδου δὲ ἐν οἴνῳ λευκῷ παλαιῷ. Ἢ αἰγείρου κρητικῆς κόκκους ἐννέα τρίψας ἐν οἴνῳ πινέτω. Ἢ βατραχίου τοῦ φύλλου καὶ τοῦ ἄνθεος τετριμμένου ὅσον δραχμὴν αἰγιναίην ἐν οἴνῳ πίνειν γλυκεῖ. Ἢν δὲ ἐνέχηται τὸ χορίον, λεβηρίδος ὅσον ὀβολὸν τρίβειν ἐν οἴνῳ καὶ πῖσαι. Ἢ σελίνου ῥίζαν καὶ μύρτα ἑψέτω, πίνειν δὲ ἡμέρας τέσσαρας. Ἢ κύμινον αἰθιοπικὸν, καὶ τὸ καστόριον ὁκόσον ὀβολὸν, καὶ κανθαρίδος σμικρόν· ταῦτα ἐν οἴνῳ διδόναι πίνειν. Ἢ μαράθρου ῥίζαν ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ μέλιτι ἀναζέσαντα πιπίσκειν. Ἢν τὸ χορίον μὴ ὑποχωρέῃ, κόνυζαν τρίψας ἐν εἰρίῳ πρόσθες, πίνειν δὲ ἄμεινον. Ἢ κονύζης ὅσον χανδάνει χεὶρ, πράσου τε χυλὸν καὶ νέτωπον ξυμμῖξαι ὅσον χηραμύδα, ταῦτα ἐν οἴνῳ πινέτω. Χορίον ἐξάγει, καὶ ἐπιμήνια κατασπᾷ, καὶ ἔμβρυον ἡμίεργον ἕλκει· κανθαρίδας πέντε, ἀποτίλας τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον τὸ παραθαλάσσιον κόψας ξὺν τῇ ῥίζῃ καὶ τοῖσι φύλλοισιν, ὅσον κόγχην, καὶ τὸ εὐάνθεμον τὸ χλωρὸν τρῖψον ἴσον πλῆθος, καὶ σελίνου σπέρμα, καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ ταῦτα ὁμοῦ, καὶ ἐπειδὰν ὀδύνη ἔχῃ, πίνειν· καὶ ἐν ὕδατι θερμῷ ἐγκαθιζέσθω, πινέτω δὲ μελίκρητον ὑδαρὲς καὶ γλυκὺν οἶνον λευκόν. Ὕστερον δύναται ἐκβάλλειν· ὁλοκωνίτιδος τῆς γλυκείης ῥίζα, ἔστι δὲ ὡς ὁ βολβὸς, σμικρὸν δὲ ὡς ἐλαίη, ταύτην τρίβειν ἐν οἴνῳ καὶ διδόναι πίνειν· ἢν μὲν ᾖ σμικρὴ, δύο, ἢν δὲ μείζων, μία ἀρκέει· παραμίσγειν δὲ τῶν σπερμάτων κύμινον αἰθιοπικὸν καὶ σέσελι μασσαλιωτικὸν, ἢ φύλλον τὸ λιβυκὸν ξηρὸν ἡμιχοινίκιον σὺν οἴνῳ κοτύλῃσι τρισὶν, ἑψεῖν καὶ ἄγειν ἐς τὸ ἥμισυ, καὶ ἀπὸ τούτου πινέτω. Ἄλλο· λύγου καρπὸν, σεσέλιος ἴσον, σμύρνης, τρίβειν ὁμοῦ, καὶ σὺν ὕδατι διδόναι πίνειν. Ἐκβόλια· ἄγνου λευκῆς νέης ὅσον ὀξύβαφον, ἐν οἴνῳ λευκῷ εὐώδει δὸς πιεῖν, τρίψας λεῖον. Ἕτερον· καστορίου ἢ σαγαπήνου ὀβολὸν, ἀσφάλτου δραχμὴν μίαν, νίτρου δύο, πάντα τρίψας ἐν γλυκεῖ οἴνῳ καὶ ἐλαίῳ ὅσον ἡμικοτύλιον, δὸς πιεῖν νήστει ὀβολοὺς δύο, καὶ λοῦσον θερμῷ καλῶς. Ἄλλο ὁμοίως ἔχον· ἐχίνους θαλασσίους τρεῖς τρίψας ὅλους λείους ἐν οἴνῳ εὐώδει, δὸς πιεῖν. Ἄλλο· μίνθης δεσμίδα σμικρὴν καὶ πηγάνου καὶ κοριάννου, καὶ κέδρου ἢ κυπαρίσσου πρίσματα, ἐν οἴνῳ εὐώδεῖ δὸς πιεῖν· καὶ τῶν ἐχίνων, ἢν ἔχῃ, ῥοφεέτω ἐπὶ τὸ πλεῖστον ὡσαύτως· ἔπειτα λοῦσον θερμῷ. Ἄλλο ὁμοίως· ἄννησον, κεδρίδας, σελίνου καρπὸν, αἰθιοπικὸν κύμινον, σέσελι, ἑκάστου ἥμισυ ὀξυβάφου δὸς ἐκπιεῖν οἴνῳ λευκῷ τρίψας λεῖον. Ἄλλο ὁμοίως· δικτάμνου δεσμίδα καὶ δαύκου καρποῦ δραχμὰς δύο, καὶ μελάνθιον ἴσον, ἐν οἴνῳ λευκῷ, τρίψας λεῖον, δὸς πιεῖν, καὶ λοῦσον θερμῷ πολλῷ· διδόναι δὲ πρὸς τὴν ἰσχὺν τοῦ νοσήματος. Ἄλλο· χαλβάνην ὅσον ἐλαίην τρίψας ἐν κεδρίνῳ ἐλαίῳ προσθέσθω· τοῦτο δύναται διαφθείρειν καὶ ἐκβάλλειν τὸ νωχελές. Ἄλλο ἐκβόλιον ἔγχυτον ὑστερέων· ὅταν σαπῇ νεκρωθὲν ὑπὸ ψύχεος, ὅταν ἄνεμος ψυχρὸς ᾖ, κρόκον τρίψας λεῖον ὅσον ὁλκὴν, ἐν στέατι χηνὸς ἐγχέαι, καὶ ἐᾷν ὡς πλεῖστον χρόνον. Ποτὸν συμβάλλον πρὸς τόδε καλῶς· κόνυζαν τὴν ἡδύοσμον, μέλι καὶ ῥητίνην τρίψας λείην ἐν οἴνῳ εὐώδεϊ, ἢ ἐν συρμαίῃ, δοῦναι πιεῖν, καὶ λοῦσαι θερμῷ. Ἄλλο ὁμοίως ποτὸν τοῦ παιδίου καὶ τῶν ἐνόντων κακῶν· ἰὸν χαλκοῦ ξυντρίψας ξὺν μέλιτι καὶ συρμαίῃ δὸς πιεῖν. Ἄλλο πρόσθετον ἐκβόλιον, ἢν ἀποθνήσκῃ χαλκοῦ ῥινήματα ἐνθεὶς ἐς ὀθόνιον μαλθακὸν πρόσθες πρὸς τὸ στόμα τῶν μητρέων, καὶ ὠφελήσεις. Ἐκβόλιον προσθετὸν, ἢν ἐναποθνήσκῃ ὄστρακον νέον, καὶ στέαρ χήνειον τρίψασα προσθέσθω. Ἄλλο προσθετόν· νίτρον ἑψήσας ξὺν ῥητίνῃ καὶ ποιήσας βάλανον, βάπτων ἐς ὄρνιθος στέαρ, προστίθει. Ἄλλο προσθετόν· χάριεν τὸ ἐπονομαζόμενον, τούτου ῥίζαν πρὸς τὸν ὀμφαλὸν πρόσθες μὴ πουλὺν χρόνον. Ἄλλο· ἀγρίην κολοκύντην καὶ μυῶν ἀπόπατον τρίψας λεῖα προστίθει. Ἄλλο ἐπιδετόν· ῥητίνην καὶ στέαρ ὄρνιθος τρίψασα ἅμα καὶ μίξασα ἐπιδησάσθω ἐπὶ τὸν ὀμφαλὸν καὶ τὴν γαστέρα. Ἄλλο προσθετόν· τοῦ κισσοῦ τοῦ λευκοῦ τὸν καρπὸν καὶ κέδρου πρίσμα τρίψασα καὶ βαλάνια ποιήσασα προστιθέσθω. Ἄλλο· χελώνης θαλασσίης τὸν ἐγκέφαλον καὶ αἰγύπτιον κρόκον καὶ ἅλας αἰγύπτιον τρίψας καὶ ξυμμίξας ποιέειν βαλάνους, καὶ προστιθέσθω. Ἐκβόλιον θυμίημα, δυνάμενον καὶ αἷμα γαστρὸς ἐξελάσαι· ἰτέης φύλλα ἐπὶ πῦρ ἐπιθεὶς θυμῖῇν, καὶ περικαθίσας τὴν γυναῖκα ἐῇν ἄχρις ἂν ὁ καπνὸς ἐς τὴν μήτρην ἐνδύνῃ. Περὶ ἰάσίος ἐκτρωσμοῦ· ὅταν ἡ γυνὴ ἐκτρώσῃ καὶ τὸ παιδίον μὴ ἐξίῃ, ἤν τε σαπῇ καὶ οἰδήσῃ, ἢ ἄλλο τι πάθῃ τοιοῦτον, πράσα καὶ σέλινα ἐκθλίψας τὸν χυλὸν διὰ ῥάκεος ἀμφοτέρων, ῥοδίνου ἐλαίου κοτύλην, καὶ στέαρ χηνὸς ὅσον τεταρτημόριον, ῥητίνης τε ὀβολοὺς τρεῖς κατατήξας ἐν ἐλαίῳ, καὶ ποιήσας πρὸς ποδῶν ὑψηλοτέρην, ἔγχεον ἐς τὰς μήτρας· καὶ ἐχέτω κειμένη χρόνον ὅτι πλεῖστον· ἔπειτα κάθισον ἡμέρας τέσσαρας, καὶ ἐξέρχεται τὸ ἀποσαπὲν παιδίον· ἢν δὲ μὴ, λαβὼν ἅλας αἰγυπτίους καὶ κολοκύντην ἀγρίην χλωρὴν, μέλιτι μίξας, τρίψας, δοῦναι καταφαγεῖν, καὶ ἐπὴν φάγῃ, κινεέσθω τῇδε καὶ τῇδε. Ἐκβόλιον προσθετόν· ἅλας αἰγυπτίους, καὶ μυόχοδα, καὶ ἀγρίην κολοκύντην, καὶ μέλιτος ὅσον τεταρτημόριον ἐπιχεῖν ἡμίεφθον, καὶ λαβὼν ῥητίνης δραχμὴν μίην ἔμβκλε ἐς τὸ μέλι καὶ τὴν κολοκύντην καὶ τὰ μυόχοδα, ξυντρίψασα πάντα καλῶς, καὶ ποιήσασα βαλάνους, πρὸς τὴν μήτρην προσθέσθω, ἕως ἂν δοκέῃ καιρὸς εἶναι. Ἕτερον ἐκβόλιον, ὃ τὸ παιδίον βλητὸν γενόμενον ἐκβάλλει· ἑλξίνην ἐν οἴνῳ τρίψας πότισον. Ἕτερον ποτὸν ἐκβολῆς, ὃ τὸ παιδίον ἐκβάλλει πελιδνόν· τοῦ ἐκτόμου τὰς ῥίζας τρίψας λεπτὰ, τοῖσι τρισὶ δακτύλοισι, καὶ σμύρνης ὅσον κύαμον ἄρας, ἐν οἴνῳ γλυκεῖ πίπισκε. Ἔκβόλιον· κορίαννον ξὺν τῇ ῥίζῃ καὶ νίτρον καὶ νέτωπον προσθεμένη περιπατείτω. Ἔγχυτον ἐμβρύου, ἢν ἐναποθάνῃ, ὥστε ἐκβάλλειν· κρόκον τρίψας ἐπίχεε χηνὸς ἔλαιον, καὶ διηθήσας, ἔγχεε ἐς τὰς μήτρας, καὶ καταλίμπανε ὡς πλεῖστον χρόνον. Ἔμβρυον ἀκίνητον φθεῖραι καὶ ἐκβαλεῖν· στυπτηρίης σχιστῆς δραχμὴν μίαν, σμύρνης ἴσον, ἐλλεβόρου μέλανος τριώβολον τρίψας λεῖα ἐν οἴνῳ μέλανι, βαλάνια ποιέειν, καὶ προστιθέναι, ἄχρις ἂν κατ’ ὀλίγον ἀπολυθῇ. Κλυσμοὶ καθαρτικοὶ μητρέων, ἢν ἐκ τόκου ἑλκωθέωσιν ἢ φλεγμασίης· ὀλύνθους χειμερινοὺς, ὕδωρ ἐπιχέας καὶ ζέσας, ἀφεῖναι, καταστῆναι, εἶτα ἔλαιον ἐπιχέαι χλιαρὸν καὶ μῖξαι, κλύσαι δὲ δύο κοτύλῃσι τὸ πλεῖστον· πάντα δὲ τὰ κλύσματα μὴ πλέονι κλύζειν. Καὶ σιδίοισι καὶ μάννῃ, ἐν οἴνῳ μέλανι αὐστηρῷ ἑψημένῳ, εἶτα ἀποχέας τὸν οἶνον, τούτῳ κλύζε. Ἄλλος κλυσμός· τρύγα οἴνου κατακαύσας τῆξον, καὶ ἐν ὕδατι κλύσον, εἶτα σίδια, μύρτα, σχοῖνον εὐώδεα, φακοὺς ἑψήσας ἐν οἴνῳ, ἀποχέας τὸν οἶνον, κλύζε. Ἄλλος κλυσμός· βούτυρον, λιβανωτὸν, ῥητίνην, μέλιτι τήξας ἐν τῷ αὐτῷ, οἶνόν τε ἐπιχέας, κλύζε χλιαρῷ. Ἢ ἀκτῆς καρπὸν ἑψήσας ἐν ὕδατι, ἀποχέας τὸ ὕδωρ, τρίψας ἐν τῷ αὐτῷ σέλινον, σμύρναν, ἄννησον, λιβανωτὸν, ἐπιχέας οἶνον ὡς εὐωδέστατον ἴσον τῷ ὕδατι, διηθήσας δι’ ὀθονίου, χλιήνας, κλύσαι. Ἄλλο· κράμβην, καὶ λινόζωστιν, καὶ λίνου σπέρμα, καὶ χλωρὸν τὸ λίνον ἑψήσας ἐν ὕδατι, ἀπηθήσας, κλύσαι τῷ ὕδατι. Ἢ μυρσίνης τῶν φύλλων ὀξύβαφον, σμύρνης, ἀννήσου, μέλι, ῥητίνην, μύρον αἰγύπτιον, τρίψας πάντα καὶ ἑνώσας, ἐπιχέας οἴνου λευκοῦ ὡς εὐωδεστάτου κοτύλας δύο, διηθήσας, χλιήνας, κλύσον τούτῳ. Ἢ δάφνης καρπὸν καὶ γλήχωνα ἑψήσας ἐν ὕδατι, μύρον τε ῥόδινον ἐπιχέας, τούτῳ κλύζε χλιήνας. Ἢ χηνὸς στέαρ ῥητίνῃ μίξας, ἐπιχέας τε πρὸς τοῦτο οἶνον, καὶ χλιήνας κλύσαι. Ἄλλο· βούτυρον καὶ κέδρινον ἔλαιον ἐν μέλιτι ὀλίγῳ χλιήνας, ξυμμίξας, κλύσαι. Ἢ μέλι, βούτυρον, σχοῖνον, κάλαμον εὐώδεα, βρύον θαλάσσιον ἑψῆσαι ἐν οἴνῳ, εἶτα ἀπηθῆσαι, καὶ οὕτω κλύσαι. Ἢ σελίνου καρπὸν, σέσελι, σμύρναν, ἄννησον, μελάνθιον ἐν οἴνῳ, ἀπηθήσας τὸν οἶνον, κλύσαι. Ἢ κέδρον ἑψήσαις ἐν οἴνῳ, κλύσαι τῷ οἴνῳ. Ἢ κισσὸν ἑψήσας ἐν ὕδατι, κλύσαι τῷ ὕδατι. Ἢ ἐλάτήριον, ἢ κέστρον δύο πόσιας, ἑψεῖν ἐν ὕδατι ὅσον δύο κοτύλῃσι, καὶ κλύσαι χλιαρῷ. Ἢ σικύης ἐντεριώνην ὅσον διδάκτυλον ἑψήσας ἐν κοτύλῃσι δύο ὕδατος, ἐπὶ τὸ ὕδωρ ἐπιχέας μέλι καὶ ἔλαιον, τούτῳ κλύσαι. Ἢ θαψίης ῥίζης ὅσον δύο πόσιας τρίψας λεῖον, ἐπιχέας τε μέλι καὶ ἔλαιον, διεὶς ὕδατι χλιαρῷ ὅσον δυσὶ κοτύλῃσι, κλύσαι. Ἢ ἐλλεβόρου μέλανος, ὅσον δύο πόσιας διεὶς οἴνῳ γλυκεῖ καὶ ὕδατι, κλίζειν. Ἢ κόκκους κνιδίους ὅσον ἑξήκοντα τρίψας λείους, ἐπιχέας τε μέλι καὶ ἔλαιον καὶ ὕδωρ, κλύσαι. Κλυσμὸς κρατυντήριος, ἢν ἕλκεα ᾖ καθαρά· ὀλύνθους χειμερινοὺς τρίβειν, καὶ ἐπιχέειν ὕδωρ, βρέξον δὲ ὅλην ἡμέρην, καὶ ἔλαιον ἐπίχεε, καὶ κλύσαι. Ἢ σιδίοισι καὶ λωτοῦ πρίσμασιν, ἐν οἴνῳ δὲ μέλανι ἑψεῖν. Ὅταν δὲ ἀκάθαρτα φέρηται, τρύγα καίειν, καὶ οἴνῳ καὶ ὕδατι κλύζειν. Ἢ σιδίῳ. ῥόῳ βυρσοδεψικῆ, μυρσίνης φύλλοισι καὶ βάτου, ἐν οἴνῳ μέλανι ἑψεῖν, καὶ κλύζειν. Κλύσματα πρὸς τὰ παλαιὰ ἕλκεα· χυλῷ κράμβης ἑψημένης κλύζειν· καὶ λινόζωστιν ὁμοίως· καὶ νίτρον παράμισγε ἐρυθρὸν ὀλίγον. Σμύρνης ὀξύβαφον, λιβανωτὸν, σέσελι, ἄννησον, σελίνου σπέρμα, νέτωπον, ῥητίνην, μέλι, χήνειον στέαρ, ὄξος τὸ λευκὸν, μύρον τὸ λευκὸν αἰγύπτιον, ἐν τωὐτῷ τρίβειν ἴσον ἑκάστου λεῖα, εἶτα οἴνῳ διεὶς λευκῷ κοτύλῃσι δυσὶ, χλιηρῶς κλύζειν. Ἢ λινόζωστιν ἑψεῖν ἐν ὕδατι καὶ ἀπηθεῖν. Ἢ σμύρνης ὀξύβαφον, λιβανωτὸν, σέσελι, νέτωπον, ἴσον ἑκάστου, χλιαρῷ κλύζειν. Ἢ ἐλελίσφακον καὶ ὑπερικὸν, ἐν ὕδατι ἑψήσας, κλύζειν τῷ ὕδατι. Ἢ ἀκτῆς καρπὸν καὶ δαφνίδας ἑκατέρων ἐξ ἴσου ἕψε ἐν οἴνῳ, εἶτα τῷ οἴνῳ κλύζε. Ἢ γλήχωνος τῷ ὕδατι κλύσον. Ἢ χηνὸς ἔλαιον ἐν ῥητίνῃ τήξας, ὁμοίως κέδρινον ἔλαιον παραχέας ὀλίγον καὶ μέλιτι διατήξας, κλύζειν χλιερῷ. Ἢ ἀργύρου ἄνθος ἐν οἴνῳ καὶ μέλιτι καὶ κηρῷ τηκτῷ, καὶ κύπειρον καὶ σχοῖνον καὶ κάλαμον, ἅτινα δὴ ἐς μύρον μίσγεται, καὶ ἴριν, βρύον, ἐν οἴνῳ ἑψῶν, κλύζειν. Ἢ σελίνου καρπὸν, ἄννησον, σέσελι, σμύρναν, μελάνθιον ἐν οἴνῳ ἑψῆσαι, ἢ κέδρον κρητικὴν ἐν οἴνῳ ἑψεῖν, καὶ κλύζειν· ἢ κισσὸν κρητικὸν ἐν ὕδατι, ταὐτὸ δρᾷ. Ἢ ἐχέτρωσιν καὶ σμύρναν διεὶς ἐν ὕδατι κλύσαι. Ἢ ἐλατηρίου ὅσον δύο πόσιας ἐν ὕδατι κλύσαι. Ἢ κολοκυνθίδας ἀγρίας δύο ἐν οἴνῳ ἢ ἐν γάλακτι ἑφθῷ ἀποβρέξας ὅσον τέσσαρας κοτύλας, καὶ ἀπηθέειν, καὶ κλύζειν. Ἢ σικύης ἐντεριώνην ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατι κοτύλῃσι τέσσαρσυ, μέλι τε καὶ ἔλαιον ἐπιχέαντα ἐνεργεῖν. Ἢ τῆς θαψίης ῥίζης ὅσον δύο πόσιας ἐν οἴνῳ γλυκεῖ διεὶς σὺν ὕδατος κοτύλῃσι δύο, κλύσαι χλιαρῷ. Ἢ ἐλλέβορον ὅσον δύο πόσιας ἐν οἴνῳ γλυκεῖ διεὶς ὡσεὶ δύο κοτύλῃσιν, ἢ θλάσπιος ὅσον ὀξύβαφον μέλιτι παραμίξας, ὕδατι διεὶς ὅσον δύο κοτύλῃσι, χρῶ χλιερῷ. Ἢ σικύης ὅσον παλαιστὴν, καὶ κνεώρου ὅσον μίαν πόσιν ἑψήσας ὕδατος κοτύλῃσι πέντε, μέλι παραχέας καὶ ἔλαιον κλύσαι. Ἢ κόκκους κνιδίους ὅσον ἑξήκοντα, μέλι, ἔλαιον ὕδατι διεὶς, κλύσαι. Ἢν ἐκ τόκου διαῤῥοίῃ ληφθῇ. πινέτω ἀσταφίδα μέλαιναν, καὶ σίδια γλυκείης ῥοιῆς τὸ ἔνδοθεν, καὶ πιτύην ἐρίφου, ταῦτα διεὶς οἴνῳ μέλανι, καὶ τυρὸν αἴγειον καὶ ἄλφιτα πύρινα ἐπιπάσσειν, καὶ διδόναι πίνειν· τοὺς πυροὺς δὲ ἐπ’ ὀλίγον φῶξαι. Ἢν δὲ ἐκ τόκου αἷμα ἐμέῃ, ταύτῃ ἡ σύριγξ τοῦ ἥπατος τέτρωται· αὕτη πινέτω γάλα ὄνου, ἔπειτα βοὸς, εἰ εὐμαρὲς, τεσσαράκοντα ἡμέρας, καὶ σήσαμον τριπτὸν, ἄχρις ἂν εὖ ἔχῃ· πινέτω τὸ γάλα νῆστις. Ἢν ἐκ τόκου τὴν ἕδρην ἀλγέῃ, ἀρκεύθου καρπὸν. λίνου ῥίζαν ἑψεῖν, καὶ πίνειν ἡμέρας τέσσαρας· καὶ θρίδακος σπέρμα τρίψας σὺν χηνείῳ ἀλείφατι ἐσθίειν. Ἢν δὲ ἐκ τόκου αἱ μῆτραι φλεγμήνωσιν, στρύχνου χυλὸν ἐγχέειν ἢ τεύτλου ἢ ῥάμνου. Ἢν ἐκ τόκου τὸ σκέλος ὑπὸ ὑστερέων χωλωθῇ, ἀνίστασθαι δὲ μὴ δύνηται· πίνειν ὑοσκυάμου καρπὸν ὅσον χηραμίδα ἐν οἴνῳ μέλανι ἡμέρας τρεῖς· παραφέρεται δὲ ὁ πίνων· λύσις, γάλακτος ὀνείου πῖσαι ὅσον κύλικα, ἔπειτα τοῦ φαρμάκου, ὑφ’ οὗ τὸ φλέγμα καθαίρεται· σανδαράκῃ δὲ καὶ κηρωτῇ καὶ λαγωοῦ θριξὶ θυμιήσθω τρεῖς ἡμέρας. Περὶ φλεγμονῆς ἐκ τόκου· ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ ὑστέραι, στρύχνου χυλὸν ἐγχέαι αἰδοίων ἔσω, ἢ σελίνου, ἢ ῥάμνου, ἢ τεύτλου, ἢ κολοκύντης χυλὸν ἐκπιέσας ἐγχέαι· ἢ αὐτῆς τὸ μέσον καὶ ἁπαλώτατον περιξέσας μακρὸν ἔνθες. Ἢ ἀψινθίου ἐν ὕδατι τρίβειν, εἰρίῳ δὲ ἀνασπογγίζειν, ἢν δὲ φρίξῃ, ἀφαιρέειν. Ἢ κοτυληδόνος φύλλα καὶ πράσα ἑψεῖν ἐν πυρῶν κρίμνοισιν, ἔλαιον ἐπιχέας, δίδου.