Ancient Greek · ~11 min
Book 1
Hippocrates, De muliebribus 1.8
Not analysed yet
8. Ἢν δὲ γυνὴ τὸ σῶμα φλαύρως ἔχῃ καὶ ἴῃ χολώδεα τὰ καταμήνια, εὔγνωστά ἐστι τῷδε· μέλανά ἐστι κάρτα, ἔστι δ’ ὅτε μέλανα λαμπρὰ, καὶ κατ’ ὀλίγιστα ἔρχεται, καὶ οὐ ταχὺ πήγνυται, καὶ ὁ γόνος ἀμαλδύνεται ἀμφοῖν, τοῦ τε ἄρσενος καὶ τοῦ θήλεος, καὶ οὐκ ἴσχει ἐν γαστρὶ, καὶ ἀρχομένης μὲν τῆς νούσου, καθαίρεται τὰς ἡμέρας ἃς μεμαθήκει, οὐ πλέονας· προϊόντων δὲ τῶν ἐπιμηνίων, πλέονάς τε ἡμέρας καθαίρεται καὶ ἐλάσσονα τὰ καταμήνια καθ’ ἑκάστην ἡμέρην φαίνεται, πυρετοί τε ἐπιγίνονται πλανῆται ὀξέες ξὺν φρίκῃ, καὶ ἀσιτίη ἄλλοτε καὶ ἄλλοτε, καὶ καρδιωγμὸς, καὶ πονήσει μάλιστα ἐπὴν πλησιάζῃ τὰ καταμήνια αὐτέῃ· ἐπὴν δὲ ἀποκαθαρθῇ, ῥηΐσει ἐπ’ ὀλίγον χρόνον πρὸς τὰ πρόσθεν, ἔπειτα δὲ αὖθις ἐς τωὐτὸ καταστήσεται· μελεδαινομένη δὲ ἐν τάχει ὑγιαίνει. Ἢν δὲ μὴ θεραπεύηται καὶ ὁ χρόνος προΐῃ, πάντα μιν μᾶλλον πονήσει τὰ πρόσθεν εἰρημένα, καὶ ὀδύνη λήψεται, τοτὲ μὲν τῆς γαστρὸς τὸ κάτω τοῦ ὀμφαλοῦ, τοτὲ δὲ τοὺς βουβῶνας, τοτὲ δὲ τὴν ὀσφύν τε καὶ κοχώνην, τοτὲ δὲ τὸν τράχηλον, τοτὲ δὲ πνὶξ προσπεσεῖται ἰσχυρὴ, καὶ πρὸ τῶν ὀφθαλμῶν ζόφος ἔσται οἱ καὶ δῖνος, οἷα τῆς καθάρσιος ἄνω στελλομένης καὶ ἀνιούσης. Ἢν γὰρ τὸ σῶμα φλαύρως ἔχῃ, γυναικὶ τὰ καταμήνια ἐλάσσονα γίνεται, καὶ ᾗσιν ἂν τὸ σῶμα ἔμπλεον ᾖ, τὰ καταμήνια ταύτῃσι πλέονά ἐστι· τῇ δὲ χολώδεα τὰ καταμήνια ἢν ἔχηται, ὀλιγοψυχίη ἐμπίπτει, καὶ ἀποσιτίη ἄλλοτε καὶ ἄλλοτε, καὶ ἀλύκη, καὶ ἀγρυπνίη, καὶ ἐρυγγάνει θαμινὰ, καὶ οὐκ ἐθέλει περιπατέειν, καὶ ἀθυμέει, καὶ ἐμβλέπειν οὐ δοκέει, καὶ δέδιεν. Καὶ ἢν μελεδαίνηται, ἐκ τουτέων ὑγιὴς ἔσται· ἢν δὲ ὁ χρόνος προΐῃ, ἔτι μᾶλλον πονήσει· ξυμβαίη δ’ ἂν ἄριστα, ἢν ἔμετος χολώδης ἐπιγένηται, ἢ ἡ κοιλίη ταραχθῇ μὴ ἰσχυρῶς καὶ ὑπίῃ χολώδεα, ἢ ῥόος ἐπιγένηται αὐτέῃ μὴ ἰσχυρός· ἢν γάρ τι τουτέων ἐπιπέσῃ ἰσχυρὸν ἐπὶ σῶμα τετρυχωμένον, κινδυνεύσει· ἢν δὲ ἠρεμέως ἀποκαθαίρηται τοῦ χολώδεός τι ἢ πᾶν τὸ λυπέον, ὑγιὴς γίνεται. Ἢν δὲ μήτε μελεδαίνηται μήτε μηδὲν τουτέων γίνηται, ἀποθνήσκει ἡ γυνή· ὡς δὲ ἐπὶ τὸ πλεῖστον ξυμβαίνει ῥόον ἐμπίπτειν χολώδεα ἐκ τοιουτέου νοσήματος. Ἢν ῥόος γένηται, τὰ μὲν πρῶτα ὀλίγα οἱ τὰ φαινόμενα ἔσται, ἀνὰ πάσας δὲ τὰς ἡμέρας ὡς ἐπίπαν πλέονα ξυμβαίνει· ὁκόταν δὲ ὁ χρόνος προΐῃ, ὡς ἐπιτοπλέον καὶ ἡ νοῦσος ὀξέη γίνεται, καὶ αἱ μῆτραι δάκνονται ὑπὸ τῆς καθάρσιος τῆς χολώδεος χωρεούσης καὶ ἑλκοῦνται. Ἔτι δὲ καὶ ἐν τούτῳ ὑγιαίνει μελεδαινομένη, ἤν οἱ ἑρχθῇ ὁ ῥόος· ἢν δὲ φλεγμαίνωσιν αἱ μῆτραι ὑπὸ τῶν ἑλκέων, ἔτι ὀξυτέρη οἱ ἡ νοῦσος ἔσται, καὶ πολλά τε καὶ ὀδμαλέα καὶ πυώδεα ἐλεύσεται ἀπ’ αὐτέων τῶν μητρέων, ἤδη ἀπιόντα καὶ ἑκάστοτε οἷον ἀπὸ κρεῶν ἴχωρ, καὶ τὰ πρότερον εἰρημένα ἅπαντά μιν μᾶλλον πονήσει, καὶ τὰ ἕλκεα ἔτι μᾶλλον ἀγριώτερα ἔσται μέχρι μιν ἀπενείκῃ· ἢν δὲ καὶ ἰηθῇ, ἄφαρος ἔσται ἀπὸ τῶν οὐλέων.