Ancient Greek · ~7 min
Book 1
Hippocrates, De muliebribus 1.9
Not analysed yet
9. Ἢν δὲ γυνὴ τὸ σῶμα φλαύρως ἔχῃ καὶ ἢν φλεγματώδης ᾖ, τὰ ἐπιμήνια χωρήσει οἱ φλεγματώδεα· γνωστὸν δέ ἐστιν ἢν χωρέῃ φλεγματώδεα· ὑμενώδεά τε γὰρ φαίνεταί οἱ, καὶ ὥσπερ ἀράχνια ἐνδιατείνεται, καὶ ὑπόλευκά ἐστι. Τοῦτο δὲ γίνεται, ἢν οἱ τὸ σῶμα καὶ ἡ κεφαλὴ φλέγματος πεπληρωμένα ᾖ, καὶ τοῦτο μὴ ὑποκαθαίρηται μήτε κατὰ τὰς ῥῖνας μήτε κατὰ τὴν ἕδρην μήτε κατ’ οὐρήθρην, ἀλλ’ ἐν τοῖσι καταμηνίοισι καὶ ἐν τῷ ταράχῳ τοῦ αἵματος σὺν τῇ καθάρσει ἔξω ἴῃ· καὶ ἢν ταῦτα ὧδε ἔχῃ, ἐπὶ μὲν δύο ἢ τρεῖς μῆνας οὐκ ἐσαΐει, ἐπὴν δὲ ὁ χρόνος πλέων γένηται καὶ μὴ μελεδαίνηται, μᾶλλον πονήσει, καὶ πυρετὸς ἐπιλήψεται πλάνος, καὶ ἀσιτήσει ἄλλοτε καὶ ἄλλοτε, καὶ καρδιώξει, καὶ πονήσει μάλιστα ἐπήν οἱ πλησιάζῃ τὰ ἐπιμήνια· ὁκόταν δὲ ἀποκαθαρθῇ, ῥηΐζει ἐπ’ ὀλίγον χρόνον πρὸς τὰ πρόσθεν, ἔπειτα ἐς τωὐτὸ καθίσταται, καὶ ἢν μὴ μελεδαίνηται καὶ ὁ χρόνος προΐῃ, γενήσεται πάνθ’ ὅσα περ εἰ χολώδεα ἐχώρεε τὰ καταμήνια, ἄχρις οὗ ὁ ῥόος οἱ εἴχετο. Ἕπεται δὲ ταύτῃ καὶ ῥόον φλεγματώδεα γίνεσθαι, ἢ ἄλλα ἅσσα ἐγὼ ἐρέω ὀλίγῳ ὕστερον· καὶ ἢν προσεπιγένηται, αἰεὶ πορεύεται ἀνὰ πάσας τὰς ἡμέρας, ὁτὲ μὲν ἀθρόα, ὁτὲ δὲ ὀλίγα, καὶ ἔστιν ὅτε οἷον ἀπὸ κριθέων ὕδωρ χωρέει, ὁτὲ δὲ οἷον ἰχὼρ, καὶ ἐν αὐτέῳ θρόμβοι πολλοὶ αἵματος ἐγγίνονται, καὶ ξύει τὴν γῆν ὡς ὄξος, καὶ δάκνει τῆς γυναικὸς ᾗ ἂν ἐπιψαύσῃ, καὶ ἑλκοῖ τὰς μήτρας. Καὶ ἐλθοῦσα ἐς τοῦτο τὰ μὲν ἄλλα πάσχει τὰ αὐτὰ ὡς ἡ προτέρη· ἧσσον δὲ τὴν κεφαλὴν ἐκείνης πονήσει, καὶ τὰ ἕλκεα οὔτε δυσειδέα οὔτε μεγάλα οὔτε πυώδεα οὔτε ὀδμαλέα ὁμοίως κείνῃ γίνεται, ἀλλὰ ταύτῃ ἧσσον· ἐπιμελεδαινομένη δὲ ὑγιαίνει καὶ προεληλυθυίης τῆς νούσου, καὶ οὐ μάλα ἀποθνήσκει, φορὸς δὲ οὐ δύναται εἶναι ὧδε ἔχουσα.