Ancient Greek
Book 1
Hippocrates, De muliebribus 1.84.1
Not analysed yet
84. Καθαρτικὸν μαλθακὸν ὕδωρ ἄγει καὶ δέρματα καὶ ἰχῶρα ὕφαιμον, καὶ καταμήνια κατασπᾷ, ἢν μὴ πουλυχρόνια ᾖ, καὶ ὑστερῶν στόμα μαλθάσσει· μύρον ναρκίσσινον καὶ κύμινον ὃ ἐσθίεται, σμύρναν τε καὶ λιβανωτὸν, ἀψίνθιον, κύπριον ἅλας, ῥόδινον ἄλειφα, τούτων τὸ ἴσον τῶν ἄλλων ἑκάστου, τοῦ δὲ ναρκισσίνου τέσσαρας μερίδας, ἐπικτένιον ὠμοῦ λίνου ξυμμίξας, πάντα τρῖψον καὶ ποίησον βάλανον, περὶ πτερῷ ῥάκος λεπτὸν περιθεὶς, καταδῆσαι, καὶ ἐμβάψαι ἐς ἄλειφα λευκὸν αἰγύπτιον, καὶ προστιθέναι, καὶ ἐῇν ὅλην τὴν ἡμέρην· λουσαμένη δὲ καὶ ἀφαιρευμένη διανιζέσθω τῷ ὕδατι τῷ εὐώδει. Ἕτερον καθαρτικὸν, ὕδωρ ἄγει καὶ δέρματα καὶ μύξας καὶ ἰχῶρα ὕραιμον· σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου, ταῦτα ξυμμίξας καὶ μέλιτι φυρήσας καὶ ἐς ῥάκος ἐνθεὶς προσθεῖναι, ἡμέρην δὲ ὅλην ἐντίθεσθαι, εἶτα λουσαμένη καὶ ἀφελομένη διανιζέσθω ὕδατι τῷ εὐώδει. Ἄλλο· ἅλες, κύμινον, χολὴν ταύρου μέλιτι ἀναφυρέειν, καὶ προστίθεσθαι, λουσαμένην, ἀφαιρεομένην, τῷ εὐώδει ὕδατι διανίζεσθαι. Ἢ σίλφιον σύκῳ μῖξαι καὶ προστίθεσθαι, εἶτα διανίψαι μύρῳ ῥοδίνῳ. Ἢ κόκκους ἐκλέψαντα ἑψεῖν, καὶ βάλανον ποιέειν, ἐπὴν δ’ ἀφέληται, προστιθέσθω ῥόδινον. Ἢ σκόροδον καὶ νίτρον ἐρυθρὸν καὶ σῦκον, τούτων ἑκάστου ἴσον μίξας μέλιτι, δοῦναι προστίθεσθαι, κἀπειδὰν ἀφέληται, ἐλάφου στέαρ προστίθεσθαι, τήξας ἐν οἴνῳ. Ἢ πεπέρεος κόκκους πέντε ξὺν ἐλατηρίῳ ὀλίγῳ μῖξαι, παραστάζειν δὲ γυναικὸς γάλα ἐν εἰρίῳ, ἐς μύρον ἀποβάψασα, προστίθεσθαι δὲ ἀφελομένην ὡσαύτως. Ἢ σύκου τὸ πιότατον ξὺν ἐλατηρίου πόσει καὶ νίτρου ἐρυθροῦ τὸ ἴσον καὶ μέλιτος ἴσον, ὡσαύτως. Ἢ χολὴν ταύρου καὶ νίτρον ἐρυθρὸν, νέτωπον, κυκλαμίνου ὅσον κικίδα ἐν μέλιτι. Ἢ χολὴν ταύρου, ἐς αἰγύπτιον ἔλαιον βάψασα προστιθέσθω, καὶ ἀφελομένη, ῥοδίνῳ. Ἢ σικύης τῆς μακρῆς τὴν ἐντεριώνην τὸ σπέρμα ἐξελὼν ξὺν γάλακτι γυναικὸς κουροτρόφου, καὶ σμύρναν ἄκρητον καὶ μέλι ὀλίγον καὶ μύρον αἰγύπτιον, τρίβειν, καὶ προστιθέναι. Ἢ τὴν ἐντεριώνην τῆς σικύης αὐῆναι, κόψαι δὲ ἄνευ τοῦ σπέρματος καὶ μέλι ἐμβαλεῖν, καὶ ἀναζέσαι, καὶ βάλανον ποιέειν εὐμήκεα, καὶ βάπτειν ἐς ἔλαιον λευκόν. Ἢ τὴν ἀγρίην κολοκύντην λοκύντην ὡσαύτως· καὶ ἐλατηρίου τρεῖς πόσιας ἐν σταιτὶ τρίβειν, καὶ βάλανον ποιέειν. Ἄλλο ὁμοίως· κόκκους ἐκλέψας, τρῖψον ὅσον πόσιν, ἑψῆσαι, καὶ μέλι περιχέαι, καὶ προσθέσθαι, ἢ ῥόδινον ἄλειφα καὶ προσθέσθω· ὅσαι δὲ βάλανον προστίθενται, ἐμπήξαντα χρὴ τὸ πτερὸν ἐς τὴν βάλανον, ἔπειτα ῥάκος περιθεῖναι λεπιὸν ἐν εἰρίῳ, βάψασα ἐς ἄλειφα αἰγύπτιον προστίθεσθαι· ἄγει δὲ μάλιστα, καὶ δέρματα ἀφαιροῦνται. Προσθετὰ καθαρτικὰ ἰσχυρὰ, ὕδωρ ἄγειν δυνάμενα καὶ μύξας καὶ δέρματα μᾶλλον τῶν πρόσθεν· τοῦ πεπέρεος κόκκους τέσσαρας τῶν μεγίστων, ἢ δέκα τῶν μικρῶν, ἐλατηρίου πόσει ξυμμίξας, τρῖβε λεῖα, παραστάζων γυναικὸς γάλα, καὶ μέλι ὀλίγον, ἀναφυρήσας τοῦτο, ἐς εἴριον μαλθακὸν καθαρὸν περὶ πτερὸν περιελίξας ῥάκεα, καὶ καταλαβὼν προστιθέναι, ἐς λευκὸν ἄλειφα αἰγύπτιον βάπτων· προσκείσθω δὲ ἡμέρην, καὶ ἐπειδὰν ἀφέληται, προστιθέσθω τὸ στέαρ τοῦ ἐλάφου. Προσθετὰ καθαρτικὰ, ἢν μὴ ποτὰ καθαίρῃ· λινόζωστιν τρίψας καὶ σμύρναν, προστιθέναι. Προσθετὰ ὁμοίως καθαρτικὰ, χορία δυνάμενα ἐκβαλεῖν, καὶ καταμήνια κατασπᾷν, καὶ ἔμβρυον ἀπόπληκτον ὑπεξαγαγεῖν· κανθαρίδας πέντε ἀποτίλας καὶ τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον παραθαλάσσιον κόψας τῇσι ῥίζῃσι καὶ τοῖσι φύλλοισι καὶ τὸ χλωρὸν τὸ ἔξω, τρίψας ἴσον ὄγκον καὶ σελίνου σπέρματος καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ, καὶ ἐν ὕδατι θερμῷ καθιννύσθω, καὶ μελίκρητον ὑδαρὲς πινέτω καὶ οἶνον γλυκὺν καὶ τοῦ τετριμμένου ὅσον στατῆρα αἰγιναῖον ἐν οἴνῳ γλυκεῖ πίνειν· ἐπὴν δὲ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ ἀσταφίδας ἑψήσας ἐν ὕδατι καὶ ψύξας, διδόναι πιεῖν· ὅταν ἡ σταγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ καθήσθω, καὶ οἶνον πινέτω γλυκύν. Πάσης νούσου, δυνάμενον καὶ ἀναστομῶσαι καὶ καθῆραι· σμύρναν ὀλίγην καὶ ἐλελίσφακον καὶ ἄννησον τρίψας χρῶ.