Ancient Greek · ~2 min
Book 1
Hippocrates, De muliebribus 1.83
Not analysed yet
83. Σκέπτεσθαι δὲ χρὴ τὰ ἐπιμήνια, ἤν τε χολώδεα ἤν τε φλεγματώδεα ᾖ· ψάμμον ἐς τὸν ἥλιον ὑποβάλλειν λεπτὴν, ξηρὴν, καὶ ὅταν τὰ καταμήνια ἴῃ, τοῦ αἵματος ἐπιχέαι, καὶ ἐῇν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδεα ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν δὲ φλεγματώδεα, οἷον μύξαι ὁρῶνται· ἢν οὖν φλεγματώδεα ᾖ, κνήστρου ὅσον πόσιν διιέναι ξὺν μελικρήτου κοτύλῃ, καὶ κλύσαι.