Ancient Greek · ~1 min
1.86 to 1.87
Hippocrates, De muliebribus 1.86-87
Not analysed yet
86. Καθαρθικὸν καταμηνίων· τὸ βόλβιτον πλάσαι οἷον σκαφίδα, φυρῇν δὲ ξυμμίσγων τῆς κυπαρίσσου τὰ πρίσματα, ξηραίνειν δὲ ἐν τῷ ἡλίῳ, καὶ ἐς τοῦτο τὰ θυμιήματα ἐμβάλλειν. 87. Ἔγχυτον καθαρτικὸν, ἢν μὴ ἴῃ τὰ καταμήνια· ἀκάνθης λευκῆς τὰ φύλλα τρίψας καὶ ἐξηθήσας καὶ ἐπιχλιήνας ἐγχέειν.