Ancient Greek · ~2 min
Book 1
Hippocrates, De muliebribus 1.88
Not analysed yet
88. Κατάχριστον καθαρτικὸν ὥστε μήτρας ἐκκαθαίρειν· πράσου σπέρμα καὶ καρδάμου τρίψας, ἐν οἴνῳ τε διεὶς καὶ γάλακτι ἑφθῷ, διαχρίειν τὴν νειαίρην γαστέρα. Κατάχριστον μαλθακτήριον, ὕδωρ δὲ ἄγει καὶ μύξας καὶ δέρματα, καὶ λοχεῖα φέρει, καὶ οὐχ ἑλκοῖ· σμύρνης ὡς ἀρίστης ἥμισυ, καὶ ἁλὸς χόνδρον ὁμοίως, πίσσαν ἡδυντὴν φλάσας, μίξας τε λεῖα, ἔστω δὲ τὸ τῆς σμύρνης τὸ ἥμισυ τοῦ ἁλὸς καὶ τῆς πίσσης, ἐμβαλεῖν δ’ ἐς ῥάκος τῆς πεφλασμένης μέγεθος ὅσον κικίδα μεγάλην· δύο δὲ ἔστω, ὡς τὸ μὲν ἡμέρης ἔχειν, τὸ δὲ εὐφρόνης, ἔστ’ ἂν κατατακῇ· λουέσθω δὲ θερμῷ, εἶτα ἀφαιρέουσα διανιζέσθω ὕδατι εὐώδει.