Ancient Greek · ~3 min
1.93 to 1.97
Hippocrates, De muliebribus 1.93-97
Not analysed yet
93. Ἔμετον λύει· ὠκύμου χυλὸς ἐν οἴνῳ λευκῷ. Ἕτερον· ἀλήτου σητανίου κεχυλισμένου τὸ ὕδωρ, ἢ ῥοιὰς γλυκείας καὶ ὀξείας ἀποχυλώσας, εἶτα μέλι μίξας. 94. Τὸ σηπτικὸν ὧδε ποιέεται· ἐλλέβορος μέλας, σανδαράκη, λεπὶς χαλκοῦ, ἴσον ἑκάστου τρίβειν χωρίς· ὅταν δὲ λεῖον ᾖ, παραμῖξαι μιᾶς μερίδος διπλάσιον τίτανον, ἀναδεύσας κεδρίνῳ, χριέτω. 95. Ὀπτὸν φάρμακον ὧδε ποιέεται· ἄνθος κεκαυμένον καθαρῶς, ἄχρις οὗ φοινικοῦν γένηται, τρίψας λεῖον, τουτέῳ χρῶ. 96. Τὸ μέλαν φάρμακον· λεπὶς, ἄνθος, χωρὶς τρίβειν ἑκάτερον· ὅταν δὲ λεῖον τρίψῃς οὕτω, μίσγειν· ποιέειν δύο ἢ τρία εἴδη τοῦ φαρμάκου, τὸ μὲν ἰσχυρότατον τὸ ἄνθος τριτημόριον τῆς λεπίδος, τὸ δὲ δεύτερον, τεταρτημόριον, τὸ δὲ τρίτον, πεμπτημόριον· τοῦτο τὸ φάρμακον ἐπιπᾶν ἁρμόζει. 97. Διαλειπτὸν πρὸς τὴν συνάγχην· κάχρυς, ἀσταφὶς ἀγρία, ἀψίνθιον, ἐλατήριον, μέλι.