Ancient Greek · ~3 min
Book 1
Hippocrates, De muliebribus 1.92
Not analysed yet
92. Νόθα τῇ τελευτῇ τοῦ πρώτου περὶ γυναικείων βιβλίου προσκείμενα. κείμενα. Βηχὸς παιδίου· θαψίην ἐπ’ ἀλφίτοισι ψωμίζειν. Ἕτερον· ὠὸν ὀπτήσαντα, τὴν λέκιθον ἐξελόντα, τρῖψαι· καὶ σήσαμον λευκὸν πεφρυγμένον καὶ ἅλες, ἐν μέλιτι ἐλλείχειν. Τὴν κοιλίην λῦσαι παιδίου· εἴριον ἄπλυτον ἐς μέλι βάψας ἐνθεῖναι· ἢν δὲ γεραίτερον ᾖ, κρομμύων τὰ ἔσωθεν τρίψας ἐντιθέναι· ἢν δὲ μὴ, κλύσαι γάλακτι αἰγὸς, συμμίξας μέλι· ἐὰν δὲ γάλα μὴ ᾖ, σητάνιον ἄλευρον ἐκπλύνας, μέλι καὶ ἔλαιον μίξας, χλιερῷ κλύσαι. Ἄσθματος παιδίου· λιβανωτὸν ἐν οἴνῳ γλυκεῖ, ἀλουσίη, καθαρτήριον· βαλανίδας ποιέειν, κοτύλην μέλιτος, ἀνίσου ὀξύβαφον, ἀσφάλτου δύο δραχμὰς, χολὴν βοὸς, σμύρνης τρεῖς δραχμὰς, πόσιν ἐλατηρίου· ἑψεῖν ἐν χαλκῷ, μίσγειν ἔλαιον χηνὸς, καὶ ὅταν μέλλῃ χρῆσθαι, ἀλείφειν τὰς βαλάνους τῷ χηνείῳ μαλακῷ· εἰρίῳ δὲ χρῆσθαι τῷ ὀΐῳ, ἐλαίῳ δὲ σχινίνῳ, τούτῳ μίσγειν κιννάβαρι.