Ancient Greek · ~5 min
Book 2
Hippocrates, De muliebribus 2.112
Not analysed yet
112. Ἢν ῥόος ἐν τῇσι μήτρῃσιν ἐγγένηται, αἷμα ῥέει πολλὸν, καὶ θρόμβοι πεπηγότες ἐκπίπτουσι, καὶ ὀδύνη ἴσχει ἐς τὰς ἰξύας καὶ τοὺς κενεῶνας καὶ τὴν νειαίρην γαστέρα, καὶ σκληρή ἐστι, καὶ θιγγανομένη ἀλγέει, καὶ ῥῖγος καὶ πορετὸς ὀξὺς λαμβάνει, καὶ ἀσθενείη ἐπιγίνεται, καὶ πάντα πλὴν ὤμων καὶ ὠμοπλατέων ἀλγέει, καὶ θέρμη ἔχει, καὶ ἐρευθιᾷ, καὶ τὰ φλέβια σκληρὰ ἀντιτυπεόμενα. Ἡ δὲ νοῦσος γίνεται μάλιστα ἐκ τρωσμῶν· γίνεται δὲ καὶ ὁκόταν τὰ ἐπιμήνια μὴ γινόμενα πολλοῦ χρόνου ἐξαπίνης καταῤῥαγῆ. Ταύτῃ, ὁκόταν ὧδε ἔχῃ, ὄλυνθον ξηρὴν κόψας καὶ διασήσας ἐς ὀθόνιον ἐνδῆσαι καὶ προσθέσθαι· καὶ ἐπὶ τὴν νειαίρην γαστέρα ψύγματα ἐπιτιθέναι, φυλασσόμενος μὴ φρίξῃ. Ἐπειδὰν δὲ τὸ ῥεῦμα στῇ, ἀγριελαίης φύλλα ἑψήσας ἐν ὄξει ὡς ὀξυτάτῳ, διανιψάσθω τὰ αἰδοῖα· πινέτω δὲ γίγαρτα καὶ ῥοῦν τὴν ἐρυθρὴν ἑψήσας ἐν ὕδατι ὅσον ἡμικοτύλιον· ἢ μόρα τὰ ἀπὸ τοῦ βάτου τὰ ἐρυθρὰ ξηρήνας, καὶ τρίψας λεῖα μετὰ ἀλήτου σητανίου μίσγων ἴσον ἴσῳ, νήστει διδόναι πίνειν· ἢν δὲ θέλῃς ἰσχυρότερον, τιτάνου ξυμμίξας δύο μοίρας, ἀλήτου ἐπιβαλὼν, πῖσαι· καὶ μὴ λουέσθω· σιτίοισι δὲ χρήσθω ξηροῖσι, καὶ οἴνῳ μέλανι οἰνώδει. Ἢν δὲ οἰδέῃ πεπαυμένου ἤδη τοῦ ῥόου, φάρμακον πῖσαι κάτω· μετὰ δὲ τὸ φάρμακον τὰς ὑστέρας κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων, καὶ μετακλύζειν στρυφνοῖσιν· ἢν ταῦτα παθοῦσα ὑγρανθῇ, θυμιήσθω ἕως ἂν ἀποξηραίνῃ.