Ancient Greek · ~10 min
Book 2
Hippocrates, De muliebribus 2.113
Not analysed yet
113. Ῥόος ἐρυθρός· ῥέει τοιόνδε οἷον αἷμα νεοσφαγέος, καὶ θρομβία διαλάμποντα, ἄλλοτε δὲ καὶ ῥόον ἐρυθρὸν ἐκβράσσει, καὶ ἡ γαστὴρ ἡ νειαίρη ἐπαίρεται, καὶ λεπτύνεται, καὶ νηπελεῖ, καὶ σκληρύνεται, καὶ ἀλγέει ψαυομένη ὡς ἕλκεος, καὶ πῦρ ἔχει καὶ βρυγμός· ὀδύνη τε ἐς αὐτὰ τὰ αἰδοῖα καὶ τὸ ἐπίσειον καὶ ἐς τὸν κενεῶνα καὶ τὰς ἰξύας καὶ τένοντα καὶ κοιλίην καὶ στῆθος, καὶ τὰς ὠμοπλάτας καὶ τἄλλα πάντα ἀλγέει, καὶ ἀδυναμίη καὶ ὀλιγοψυχίη ἔχει, καὶ ὁ χρὼς τρέπεται. Καταρχὰς τῆς νούσου τάδε ἐπιλαμβάνει· ἢν δὲ μηκύνῃ, ταῦτα πάντα ἐπὶ μᾶλλον ἀνθέει, καὶ δῆλος ἡ νοῦσος, καὶ τὰ κοῖλα ἐπανίσταται, καὶ οἱ πόδες οἰδέουσιν. Ἡ δὲ νοῦσος λάζεται ἐκ τόκου μάλιστα, ἤν τι ἐν αὐτέῃ διακναισθὲν μὴ ἴῃ, ἄλλ’ ἐνσαπῇ τε καὶ τρυχωθῇ τὸ ἔμβρυον. Ταύτῃ κατ’ ἀργὰς ἢν ἐπιτυγχάνῃς, σπόγγον κατατέγγοντα προστιθέναι ὁκόταν ᾖ ὀδύνη, καὶ ὀθόνιον λεῖον μαλθακὸν κνηστὸν ὕδατι τέγγοντα ψυχρῷ ἐπὶ τὴν γαστέρα ἐπιβάλλειν, καὶ ὕδατι ψυχρῷ καταχεῖν, καὶ τὴν κλίνην ἀπὸ τῶν ποδῶν ὑψηλοτέρην εἶναι, καὶ στορέσαι ὧδε· καὶ τῶν γυναικείων πειρώμενος, ὅ τι ἂν μᾶλλον προσίηται πιπίσκειν· τοῦ σελίνου τὸν καρπὸν κόψαι καὶ φῶσαι σήσαντα, καὶ ἐρύσιμον ὡσαύτως καὶ μήκωνος καρπὸν ξὺν ἀλφίτοισι σήσας, καὶ κνίδης καρπὸν ὡσαύτως· καὶ τῆς ψώρας τῆς ἀπὸ ἐλαίης, καὶ κικίδα, καὶ πήγανον, καὶ ὀρίγανον, καὶ γλήχωνα ἐν ἀλφίτοισι σῆσαι καὶ φυρῆσαι, καὶ κρίμνα ἀπ’ ἀλφίτων ἁδρὰ φῶξαι, καὶ πύανα καταλέσας, καὶ τυρὸν αἴγειον περιξύσας τὸ αἶσχος, τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίσγε, ὀριγάνου δὲ καὶ πηγάνου καὶ ψώρας καὶ κικίδος ἥμισυ, ταῦτα πίνειν νῆστιν πρωῒ πρὸ τῆς κινήσιος· κιρνάναι δὲ χρὴ καὶ ἐς χρῆσιν· ἢν δριμέα ἴῃ, καὶ κυκεῶνα διδόναι, ἓν μὲν τοῦ φαρμάκου μέρος ἔστω, ἓν δὲ τοῦ τυροῦ, ἓν δὲ τῶν ἀλφίτων· ἐς ἑσπέρην δὲ τοῦ μέλιτος ξυμμίσγοντα πιπίσκειν. Καὶ ἄχρι μὲν ἐν ἀρχῇ ἔχηται τῇ νούσῳ, καὶ τὸ αἷμα συχνὸν ἴῃ, καὶ διαλείπῃ ὀλίγον χρόνον, καὶ ὀδύναι ὀξεῖαι ἴσχωσι, ταῦτα χρὴ ποιέειν. Ἢν δὲ τὸ αἷμα ἔλασσον ῥυῇ καὶ δι’ ἐλάσσονος χρόνου, πιπίσκειν ἃ δὴ κάτω ὑποχωρέει ἢ ἄνω, καὶ πυριῇν τὰ αἰδοῖα βληχροῖσι πυριήμασιν, ὡς ἂν δοκέῃ ἑκάστοτε καιρὸς εἶναι, καὶ ζειὰς ἐρίξαντα ξὺν τοῖσι κελύφεσι, καὶ ὀλύνθους ἐρινεοὺς αὐήναντα κόψαι, καὶ σῆσαι, καὶ ἐλαίης φύλλα ὁμοίως, ἴσον ἑκάστου, καὶ καταπλάσσειν, καὶ γάλα πιπίσκειν βόειον, ἢ ἑφθὸν, ἢ ὠμὸν, πρὸς τὸ ὀρθῶς ἔχον ὁρῶν, καὶ ὡς ἂν καιρὸς δοκέῃ εἶναι. Ἡ δὲ νοῦσος δοκέει βληχρὴ εἶναι καὶ θανατώδης· ὀλίγαι δὲ διαφεύγουσιν.