Ancient Greek · ~4 min
Book 2
Hippocrates, De muliebribus 2.125
Not analysed yet
125. Ὅταν δὲ ὡς πρὸς τὰ ὑποχόνδρια προσπέσωσι, πνίγουσιν· ἐπὴν ἐνθάδε τὸ τέρθρον ᾖ τοῦ πάθεος, καὶ ἐπιλαμβάνει ἔμετος πυρώδης δριμὺς, καὶ ῥᾴων γίνεται ὀλίγον χρόνον, καὶ ἐς τὴν κεφαλὴν καὶ ἐς τὸν τράχηλον ὀδύνη διαμπερής. Χλιάσματα προστιθέναι, ἢν ἄνω πνίγωσιν· ὑπὸ δὲ τὰς ῥῖνας θυμιῇν τὰ κάκοδμα ἐκ προσαγωγῆς, ἢν γὰρ ἀθρόα ᾖ, μεθίστανται αἱ ὑστέραι ἐς τὰ κάτω καὶ ὄχλος γινεται· εὔοδμα δὲ κάτω· καὶ πιεῖν διδόναι τὸ καστόριον καὶ τὴν κόνυζαν· ἐπὴν δὲ κάτω ἑλκυσθῶσιν, ὑποθυμιῇν τὰ εἰδεχθέα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἢν δὲ αἱ ὀδύναι παύσωνται, φάρμακον πῖσαι κάτω, καὶ μεταπιπίσκειν γάλα ὄνου ἢ ὀῤῥὸν, ἢν μὴ σπληνώδης ᾖ ἀπὸ γενέσιος ἢ λείφαιμος ἢ ἄχροος, ἢ τὰ οὔατα ἠχώδεα ἔχῃ διὰ ξυγγενείην, ἢ ᾗσιν ἠθάδες ἀπὸ νεότητος αἱ νοῦσοι· τὴν δὲ ἄνω κοιλίην μὴ κινέειν, ὅσαι ἀμβλυώσσουσιν ἢ ᾗσιν ἀμφὶ τὴν φάρυγγα ὄχλοι καὶ τἄλλα· διδόναι δὲ πτισάνης χυλόν· ἢν σφόδρα δὲ εὐημὴς ᾖ, καὶ ἐμεέτω· κλυσμὸς δὲ ἄριστος ὁ διὰ ναρκίσσου· προσθετὸν, τὸ διὰ κανθαρίδων.