Ancient Greek · ~2 min
Book 2
Hippocrates, De muliebribus 2.124
Not analysed yet
124. Ἢν δὲ πρὸς τὴν καρδίην προσιστάμεναι πνίγωσιν αἶ ὑστέραι, καὶ ἀνάσσυτος ἴῃ ὁ ἠὴρ βιώμενος, ἀλησθύει καὶ εἰλέει, καὶ ἔστιν ᾗσιν αὐτίκα ἐλυσθεῖσα κάτω χωρέει καὶ φῦσα ἔξεισιν, ἢ καὶ ἐμέει ἀφρώδεα, ἡ δὲ παῦλα ἥδε γίνεται. ᾟσι δὲ οὐκ ἀφίστανται, πράσου τὸν καρπὸν καὶ μήκωνα τρίψας, διεὶς ὕδατος κυάθῳ δίδου πίνειν· καὶ ὄξους λευκοῦ ἀρήγει πόσις κύαθος· ἢ ἀρκεύθου καρπὸν καὶ ἐλελίσφακον, ὄξος σὺν τοίσδεσιν ἢ οἶνον· ἀλεαίνεσθαι δὲ χρὴ, ἢ ἄλειφα χηνὸς, κηρωτὴν ἐῤῥητινωμένην, καὶ πίσσαν ἐν αὐτέῳ τῆξαι, καὶ προσθετὰ ποιέειν.