Ancient Greek · ~5 min
Book 2
Hippocrates, De muliebribus 2.128
Not analysed yet
128. Ἢν δὲ αἱ μῆτραι φλεγμήνωσι παρὰ τὸ πλευρὸν, ἢν ψαύσῃς, σκληρὸν φαίνεται, καὶ ὅταν προσπέσωσι [πρὸς] τὰ ὑποχόνδρια, πνίγουσι, καὶ ἐμέει φλέγμα ὀξὺ, καὶ τοὺς ὀδόντας αἱμωδέειν ποιέει, καὶ ἐπειδὰν ἐμέσῃ, ῥᾷον ἔχειν δοκέει. Ὅταν δὲ κάτω ὁρμήσωσιν, ἀφίστανται ἀπὸ τῆς γαστρὸς ἄλλοτε ἄλλῃ, μάλιστα δὲ ἐς τοὺς κενεῶνας, ἔστι δ’ ὅτε ἐμπίπτουσι καὶ ἐς τὲν κύστιν, καὶ στραγγουρίη ἐπιλαμβάνει, καὶ ἐς τὴν ἕδρην, καὶ δοκέει ἀποπατέειν· καὶ τὰ ἐπιμήνια πρότερον ἢ ὕστερον τοῦ μεμαθηκότος γίνεται, ἢ οὐκ ἐπιφαίνεται. Ταύτῃ αὐτίκα τῆς νούσου, ἢν τὰ ἄνω πνίγωσι, χλιάσματα προστιθέναι, καὶ ὑποθυμιῇν τὰ κάκοδμα πρὸς τὰς ῥῖνας, πρὸς δὲ τὰς ὑστέρας τὰ εὐώδεα, καὶ πίνειν κόνυζαν τὴν θηλείην καὶ κάστορα ἐν οἴνῳ νῆστιν· ἐπὴν δὲ τῇ φύσει καθιστεῶσι, θυμιῆσαι ἠρεμέως· πινέτω δὲ διουρητικά. Ταῦτα ποιέειν, ἕως ἂν αἱ ὀδύναι ἔχωσιν· ἐπὴν δὲ παύσωνται, πυριῆσαι ὅλην, ἔπειτα πῖσαι φάρμακον κάτω, ἢν μὲν χολώδης ᾖ, ὅ τι χολὴν καθαίρει, ἢν δὲ φλεγματώδης, ὅ τι φλέγμα ἄγει· καὶ πιπίσκειν γάλα ὄνειον ἢ ὀῤῥὸν αἴγειον ἀφεψῶν· ἢν δὲ σπληνώδης ᾖ, μὴ πιπίσκειν τὸ γάλα μηδὲ τὸν ὀῤῥόν· καὶ ἐν τοῖσι καθαρμοῖσι σιτίοισι χρέεσθαι μαλθακοῖσι καὶ ὑποχωρητικοῖσιν· ἰχθύες δὲ ἀμείνους κρεῶν· καὶ πυριῇν τὰς ὑστέρας, καὶ καθαίρειν προσθετοῖσι, καὶ κλύσαι αὐτάς· καὶ ὑποθυμιησαμένη παρὰ τὸν ἄνδρα ἴτω· λύσις δὲ τῆς νούσου, ἐπὴν λάβῃ ἐν γαστρί.