Ancient Greek · ~5 min
Book 2
Hippocrates, De muliebribus 2.129
Not analysed yet
129. Ἢν αἱ μῆτραι πρὸς τὰς πλευρὰς προσπέσωσι, βὴξ ἴσχει, καὶ ὀδύνη ὑπὸ τὸ πλευρὸν, καὶ προσίσταται σκληρίη ὡς σφαίρη, καὶ ἁπτομένη πονέει ὡς ἀπὸ ἕλκεος, καὶ καταφθίνει, καὶ δοκέει οἷον περιπλευμονίη εἶναι, καὶ εἰρύεται, καὶ κυφὴ γίνεται· καὶ τὰ ἐπιμήνια οὐ φαίνεται, ἐνίῃσι δὲ καὶ ἀπόλλυται προφανέντα, τότε δὲ γενόμενα ἀσθενέα καὶ ὀλίγα καὶ κακήθεα, ἢν ἴδῃς· καὶ ἡ γονὴ οὐ γίνεται τουτέου τοῦ χρόνου. Ὅταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω ἐλατήριον, καὶ λούειν πολλῷ θερμῷ, καὶ τῶν χλιασμάτων ἃ ἂν προσδέχηται προσίσχειν, καὶ προστιθέναι, ὑφ’ ὧν καθαίρεται τὸ αἷμα, καὶ λίνου σπέρμα φῶσαι, κόψαι καὶ σῆσαι, καὶ μήκων ὁ λευκὸς ὠφελέουσι καὶ ἐλελίσφακος σὺν ἀλφίτοισι λεπτοῖσι, καὶ τυρὸν αἴγειον ἐπιξύσας τὴν ἅλμην, ταῦτα μίσγε, μίαν μοῖραν τυροῦ καὶ τῶν ἀνάλτων ἀλφίτων μοῖραν, καὶ νήστει πίνειν δίδου ἐν οἴνῳ· ὅταν δὲ ἕσπερος ᾖ, κυκεῶνα παχὺν μέλι ἐπιχέων δίδου πιεῖν· καὶ τῶν ποτημάτων ἃ δεῖται πιπίσκειν, καὶ πυριῇν πυκνὰ, καὶ τῷ θερμῷ καταιονᾷν, καὶ τῇ χειρὶ ἡσύχως καὶ μαλθακῶς καὶ ὁμαλῶς ἀπωθέειν ἀπὸ τοῦ πλευροῦ τὰς μήτρας, καὶ ἀναδεῖν τὸ πλευρὸν ταινίῃ πλατείῃ, καὶ γαλακτοποτέειν βόειον γάλα ὡς πλεῖστον ἐπὶ ἡμέρας τεσσαράκοντα· σιτίοισι δὲ χρῆσθαι ὡς μαλθακωτάτοισιν. Ἡ δὲ νοῦσος σπερχνή τε καὶ θανατώδης, καὶ ὀλίγαι ἐκφεύγουσιν ὧδε μελεδαινόμεναι.