Ancient Greek · ~60 min
Book 2
Hippocrates, De muliebribus 2.133.1
Not analysed yet
133. Ὁκόσῃσιν αἱ ὑστέραι προσπίπτουσι πρὸς τὸ ἰσχίον, ἢν μὴ ταχέως ἀφιστέωνται καὶ πάλιν ἐς χώρην καθιστέωνται, προσαυαίνονται πρὸς τῷ ἰσχίῳ, ἀνάγκη δὲ τὸ στόμα ἀπεστράφθαι καὶ ἀνωτέρω οἴχεσθαι, ὅταν δὲ ἀποστραφῇ, ξυμμύσαι, ἐκ δὲ τοῦ ἀπεστράφθαι τε καὶ ξυμμύσαι, σκληρὸν γενέσθαι, καὶ ξυμμύειν. καὶ πεπηρωμένον τὸ στόμα τῶν ὑστερέων εἶναι· καὶ ἀποκλεισθέντα ἐπαναπέμπει τὰ ἐπιμήνια ἐς τοὺς μαζοὺς, καὶ βεβρίθασιν οἱ τιτθοί· καὶ ἡ γαστὴρ ἡ νειαίρα ἐπῆρται, καὶ δοκέουσιν αἱ ἄπειροι ἐν γαστρὶ ἔχειν· πάσχουσι γὰρ τοιαῦτα οἷά περ αἱ κύουσαι μέχρι μηνῶν ἑπτὰ ἦ ὀκτώ· ἥ τε γὰρ κοιλίη ἐπιδιδοῖ κατὰ λόγον τοῦ χρόνου, καὶ τὰ στήθεα ἐπαίρεται, καὶ γάλα δοκέει ἐγγίνεσθαι· ὁκόταν δὲ οὗτος ὃ χρόνος ὑπερπέσῃ, οἵ τε τιτθοὶ ξυνισχναίνονται καὶ ἐλάσσονες γίνονται, καὶ ἡ κοιλίη τωὐτὸ πάσχει, καὶ τὸ γάλα ἀποδέδρηκεν ἄδηλον, καὶ ἡ κοιλίη ἐπ’ ἐκεῖνον τὸν χρόνον, ὃν χρὴ τίκτειν, ἐπειδὰν ἔλθῃ, ἀπόλωλε καὶ ξυμπίπτει. Τοιούτων δὲ γινομένων, αἱ ὑστέραι ἰσχυρῶς ἐς ὀλίγον χρόνον ξυνέρχονται, καὶ τὸ στόμα αὐτέων ἐξευρεῖν οὐχ οἷόν τε, οὕτω πάντα ξυνειρύονταί τε καὶ ξυναυαίνονται, καὶ ἐν τοῖσι τιτθοῖσι φυμάτια ἐγγίνεται σκληρὰ, τὰ μὲν μέζω, τὰ δὲ ἐλάσσω· καὶ οὐκ ἐκπυοῦνται, σκληρότερα δὲ αἰεί εἶτα ἐξ αὐτέων φύονται καρκῖνοι κρυπτοί. Μελλόντων δὲ καρκίνων ἔσεσθαι, πρότερον τὰ στόματα ἐκπικραίνονται, καὶ ὅ τι ἀν φάγωσι πάντα δοκεῦσι πικρὰ εἶναι, καὶ ἤν τις πλείονα δῷ, ἀναίνονται λαβεῖν, καὶ σχέτλια δρῶσι· παράφοροι δὲ τῇ γνώμῃ, καὶ οἱ ὀφθαλμοὶ σκληροὶ, καὶ βλέπουσιν οὐκ ὀξέα, καὶ ἐκ τῶν τιτθῶν ἐς τὰς σφαγὰς ὀδύναι διαΐσσουσι καὶ ὑπὸ τὰς ὠμοπλάτας, καὶ δίψα ἴσχει, καὶ αἱ θηλαὶ καρφαλέαι, καὶ αὗται πᾶν τὸ σῶμα λελεπτυσμέναι εἰσὶ, καὶ αἱ ῥῖνες ξηραί τε καὶ ἐμπεπλασμέναι εἰσὶν, οὐκ ἀειρόμεναι· πνεῦμα μινυθῶδες, καὶ οὐκ ὀδμῶνται οὐδὲν, καὶ ἐν τοῖσιν οὔασι πόνος μὲν οὐκ ἐγγίνεται, πῶρος δὲ ἐνίοτε. Ὁκόταν οὖν ἐς τόσον προΐωσι τοῦ χρόνου, οὐ δύνανται ὑγιέες γίνεσθαι, ἀλλ’ ἀπόλλυνται ἐκ τουτέων τῶν νουσημάτων· ἢν δὲ πρότερον ἢ ἐς τόσον ἀφικέσθαι θεραπευθῇ, καὶ λυθῇ τὰ ἐπιμήνια, ὑγιὴς γίνεται. Θεραπεύειν δὲ τὰς τοιάσδε ὧδε χρή· πρῶτον μὲν ἁπάντων, ἢν ἔτι ἰσχυρὴν ἐοῦσαν λαμβάνῃς, ἀποσκεψάμενος ἐς τὸ ἄλλο σῶμα φαρμακεύειν, ὁκοίης ἄν τινος δοκέῃ δεῖσθαι καθάρσιος· ὁκόταν δὲ καταστήσῃς τὸ σῶμα, οὕτως ἰέναι ἐς τὴν τῶν ὑστερέων θεραπείην. Ἢν δὲ μηδὲν δοκέῃ τὸ πᾶν σῶμα κινητέον εἶναι, μηδὲ αἱ προφάσιες ἐντεῦθεν ὡρμῆσθαι, ἀλλ’ αἱ ὑστέραι ἐφ’ ἑωυτέων τὸ νούσημα ἔχωσι, τῆς θεραπείης ἐνάρχεσθαι ὧδε· πυριῇν πρῶτον τὰς ὑστέρας ὧδε· χύτρινον λαβόντα ὅσον δύο ἑκτέας χωρέοντα, κάνειον ἐπιθεῖναι καὶ ξυναρτῆσαι, ὅκως παραπνεύσεται μηδέν· ἔπειτα δ’ ἐκκόψαι τοῦ κανείου τὸν πυθμένα, καὶ ποιῆσαι ὀπήν· ἐς δὲ τὴν ὀπὴν ἐνθεῖναι κάλαμον, μῆκος ὅσον πηχυαῖον· ἐνηρμόσθαι δὲ χρὴ τὸν κάλαμον τῷ κανείῳ καλῶς, ὅκως μὴ παραπνεύσεται μηδαμῶς· ὁκόταν δὲ ταῦτα σκευάσῃς, ἐπίθες τὸ κάνειον ἐπὶ τὸν χύτρινον, περιπλάσας πηλῷ· ὅταν δὲ ταῦτα ποιήσῃς, βόθρον ὄρυξον, ὅσον δύο ποδῶν βάθος, μῆκος δὲ ὅσον χωρέειν τὸν χύτρινον· ἔπειτα χρὴ ἐγκαίειν ξύλοις, ἕως τὸν βόθρον διάπυρον ποιήσῃς· ὅταν δὲ διάπυρος γένηται, ἐξελεῖν χρὴ τὰ ξύλα καὶ τῶν ἀνθράκων οἵ δὴ ἁδρότατοι ἔσονται καὶ διάπυροι, τὴν δὲ σποδιὴν καὶ τὴν μαρίλην ἐν τῷ βόθρῳ καταλιπεῖν· ὁκόταν δὲ ὁ χύτρινος ζέσῃ καὶ ἡ ἀτμὶς ἐπανῇ, ἢν μὲν ᾖ λίην θερμὴ ἡ πνοιὴ, ἐπισχεῖν, εἰ δὲ μὴ, καθίζεσθαι ἐπὶ τὸ ἄκρον τοῦ καλάμου, καὶ ἐνθέσθαι ἐς τὸν στόμαχον, ἔπειτα πυριῆσαι· ἢν δὲ ψύχηται, ἄνθρακας διαπύρους παραβάλλειν, φυλασσόμενος, ἵνα μὴ ὀξέην ποιήσῃς τὴν πυρίην· ἢν δὲ παραβαλλομένων τῶν ἀνθράκων ὀξείη γένηται ἡ πυρίη μᾶλλον τοῦ δέοντος, ἀφαιρέειν τῶν ἀνθράκων· τὴν δὲ πυρίην χρὴ κατασκευάζειν ἐν εὐδίῃ τε καὶ νηνεμίῃ, ὡς μὴ ψύχειν, ἀμφικεκαλύφθαι δὲ χρὴ ἀμφιέσμασιν, ἐς δὲ τὸν χύτρινον χρὴ βάλλειν σκόροδα τῶν αὔων, καὶ ὕδωρ ἐπιχέαι, ὥστε δύο δακτύλους ὑπερίσχειν, καὶ καταβρέξαι ὡς ἄριστα, ἐπιχέαι δὲ καὶ φώκης ἔλαιον· καὶ οὕτω θερμαίνειν, πυριῇν δὲ χρὴ πουλὺν χρόνον. Μετὰ δὲ τὴν πυρίην, ἢν ᾖ δυνατὴ, λουσάσθω τὸ μὲν ὅλον σῶμα πρὸς ἡδονὴν, τὴν δὲ ὀσφὺν καὶ τὰ κάτω τοῦ ὀμφαλοῦ πλέονι· δειπνεῖν δὲ δοῦναι μᾶζαν ἢ ἄρτον καὶ σκόροδα ἑφθὰ, τῇ δὲ ὑστεραίῃ, ἢν μὲν διαλελυμένη ᾖ πρὸς τὴν πυρίην, διαλιπεῖν τὴν ἡμέρην ταύτην· ἢν δὲ μὴ, πυριῇν ὀπίσω· πυριωμένη δὲ, ἢν δύνηται σκέψασθαι, κελεύειν ψαῦσαι τοῦ στόματος. Ἡ πυρίη αὕτη φύσης ἐμπίπλησι, τὰς ὑστέρας καὶ ἐς ὀρθὸν μᾶλλον ἄγει καὶ ἀναστομοῖ. Ὡς οὖν τοιαύτης ἐούσης τῆς πυρίης καὶ ταῦτα ποιέειν δυναμένης, οὕτω πυριῇν δεῖ. Ὅταν δὲ πυριήσῃς, ἐπεμβάλλειν χρὴ τῶν σκορόδων, καὶ τῆς φώκης τοῦ ἐλαίου ἐπιχέειν· δρῇν δὲ ταῦτα, ἄχρις ἂν δοκέωσιν αἱ ὑστέραι πεφυσῆσθαι, καὶ τὸ στόμα ἄνω εἱλκύσθαι ἰσχυρῶς· πρὸς γὰρ τὴν πυρίην ταύτην τοιάδε ἔσται· διαιτῇν δὲ μετὰ τὰς πυρίας, ὡς ὅτε τὸ πρότερον ἐπυριῆτο. Ὁκόταν δὲ ἀνακινηθέωσιν αἱ ὑστέραι καὶ εὔλυτοι γένωνται, πυριῇν μαράθρου ῥίζῃσιν, ἕτερον χύτρινον κατασκευάσας τὸν αὐτὸν τρόπον, τὰς δὲ ῥίζας τῶν μαράθρων ἀμφιπλύναντα φλᾶσαι, καὶ ἐς τὸν χύτρινον ἐμβαλεῖν, καὶ ἐπιχέας ὕδωρ τὸν αὐτὸν τρόπον πυριῇν. Μετὰ δὲ ταῦτα λούειν, καὶ ἐς ἑσπέρην δειπνεῖν μᾶζαν· ἢν δὲ ἄρτον βούληται καὶ βολβίδια καὶ σηπίδια τῶν σμικρῶν, ἐν οἴνῳ ἑψεῖν καὶ ἐλαίῳ, καὶ παρέχειν ἐσθίειν. Ἐν δὲ τῇ πυρίῃ πειρῆσθαι τοῦ στόματος ψαύειν· αὕτη ἡ πυρίη ἄγει τὰς ὑστέρας ἄγχιστα· ταῦτα δὲ χρὴ ποιέειν ἐφ’ ἡμέρας πέντε ἢ ἔξ, σκεπτόμενον ἐς τὴν ἄνθρωπον· κἢν μὲν διαλύηται καὶ ἀσθενὴς γίνηται, διαλαμβάνειν ἐς ὅσον δεῖ χρόνον· ἢν δὲ μὴ διαλύηται, πυριῇν ἀνὰ πᾶσαν ἡμέρην. Μετὰ δὲ τὰς πυρίας πειρῆσθαι προστιθέναι τῶν προσθέτων τῆς σιάλου δαιδὸς τῆς πιοτάτης, χρίσμα δὲ λίπα ἔστω, ποιέειν δὲ μῆκος μὲν δακτύλων ἓξ, πλῆθος δὲ πέντε ἢ ἓξ, εἶδος δὲ ἔξουρά· εἶναι δὲ θάτερον θατέρου σμικρῷ παχύτερον· τὸ δὲ παχύτερον εἶναι ὁκόσον δάκτυλος ὁ λιχανὸς, καὶ τὸ εἶδος ὅμοιον τῷ δακτύλῳ ἐξ ἄκρου λεπτότατον, ἀγόμενον δὲ παχύτερον· ποιέειν δὲ ὡς λειότατόν τε καὶ στρογγυλώτατον, φυλασσόμενον ὅκως σχινδαλμὸς μηδεὶς ἔσται· προστιθέναι δὲ πρῶτον τὸ λεπτότατον· ὅταν δὲ προσθῆται, ἀναπαυέσθω ὅκως μὴ ἐκπέσῃ φυλάσσουσα· προστιθέσθω δὲ πρῶτον τὸ ἄκρον, εἶτα αἰεὶ μᾶλλον, ὁμοῦ τε ἐπιστρέφειν καὶ ἀπωθέειν κυκλόσε τὸ δαίδιον· καὶ ὁκόταν σμικρὸν προσδέξηται, ἐπισχεῖν ἐπὶ τῷ σμικρῷ τουτέῳ, φυλάσσουσα ὡς μὴ ἐκπέσῃ· εἶτα αὖθις ἀπωθέειν τὸν αὐτὸν τρόπον, ἄχρις οὗ τεσσάρων δακτύλων ἔσω τοῦ στόματος τῶν ὑστερέων γένηται· ὅταν δὲ τοῦτο προσδέξηται, τὸ μετὰ τοῦτο προστιθέναι, ὁμοῦ τὸ προσκείμενον ἀφαιρέουσα, ὅκως, πρὶν ξυμπεσεῖν τὸ στόμα, προσκείσεται θάτερον δαίδιον ἔτι ὀρθοῦ ἐόντος καὶ ἀνεῳγμένου· οὕτω δὲ τοῦτο ἔσται, ἢν τὸ μὲν ἐξαιρέηται, τὸ δὲ προστίθηται. Χρὴ δὲ καὶ μόλυβδον ἴκελον ἐξελάσαντα ποιῆσαι τὸ εἶδος τῷ δαιδίῳ τῷ παχυτάτῳ, κοῖλον δὲ ὅκως ξυνέξει· τοῦ δὲ μολύβδου εἶναι τὸ εὖρος ἐληλασμένον οἷον ἐπὶ τὰ ἕλκεα ἐξελαύνεται· ὅκως δὲ τὸ στόμα τοῦ μοτοῦ λεῖον ἔσται καὶ μὴ τρώσει, ποιέειν ταῦτα ὡς καὶ τῶν δαιδίων· ὁκόταν δὲ ποιηθῇ ὁ μοτὸς ὁ μολύβδινος, στέατος αὐτὸν ἐμπλῆσαι ὄϊος τετριμμένου· ὁκόταν δὲ παρεσκευασμένος ᾖ, τὸ μὲν δαίδιον ὑφελεῖν, τὸ δὲ μολύβδιον ἐνθεῖναι. Ἢν δὲ τὸ μολύβδιον καῦμα παρέχῃ προστεθὲν, τὸ μὲν μολύβδιον ἀφαιρέειν, τὴν δὲ δαῖδα ὀπίσω προστιθέναι, καὶ τὸ μολύβδιον ἀποβάψαι ἐς ὕδωρ ψυχρόν· ἔπειτα ὀπίσω προσθεῖναι, τὴν δὲ δαῖδα ἀφελεῖν· προσκεῖσθαι δὲ χρὴ αἰεί τι· τὴν ἡμέρην ἄμεινον τὴν δαῖδα ἔχειν, νύκτωρ δὲ τὸ μολύβδιον. Ἢν δ’ ἀναστῆναι θέλῃ, φυλασσομένη τοῦτο δράτω, ὅκως ὁ μοτὸς ἀτρεμέῃ· ἢν δὲ μὴ, αὐτίκα κατόπιν προστιθέναι. Ἢν δὲ τῶν δαιδίων, ἃ δὴ προσέκειτο, μηδὲν προσδέχηται, λεπτότερον ποιέειν, μέχρις εὐπιθὲς ᾖ. Ἢν δὲ τὸ στόμα μὴ δύνηται ἀνοίγεσθαι, μηδὲ αἱ ὑστέραι ἀγχοῦ προσίωσιν, αὖθις ἐπαναχωρέειν ἐπὶ τὴν ἀρχαίην πυρίην· ἀπὸ δὲ τῆς πρώτης ἐπὶ τὴν δευτέρην, μέχρις ὅτου μαλαχθέωσι καὶ πελαστάτω προσίωσι· κἀπειδὰν ἀναστομωθέωσι, προστιθέναι προσθετὰ ποιήσαντα δύο, εἶναι δὲ τὸ μέγεθος ὅσον ἐλαίη, τούτων δὲ τὸ ἕτερον προσκεῖσθαι. μέχρις ὅτου ἐκτακῇ, κἄπειτα θάτερον προστιθέναι· ὁκόταν δὲ προστίθεσθαι μέλλῃς, βάψαι τὸ προσθετὸν τὸ ἐκ τῆς ῥητίνης. ἀφίστησι γὰρ ἀπὸ τοῦ στόματος τῶν ὑστερέων, ἐς ἔλαιον ῥόδινον ἢ ἴρινον. Πρὶν δὲ τὸ μολύβδινον προσκέεσθαι χρὴ, ὅκως ἐν ὀρθῷ τῷ στόματι ἐρηρείσεται ἐς τὸ ἔσω τοῦ σώματος· ἔπειτα μαλθακτήρια προστιθέναι, λούεσθαι δὲ θερμῷ καὶ πρὸ τῶν προσθετῶν καὶ ὕστερον, καὶ δεῖπνον διδόναι τῶν θαλασσίων. Ὅταν δὲ ἡμέραι γένωνται δύο ἢ τρεῖς ἀπὸ προσθέσιος, σκεψάμενος, ἢν μὲν τὸ στόμα καλῶς ἔχῃ τῶν ὑστερέων καὶ καθαρὸν ᾖ, παύεσθαι τουτέου τοῦ προσθετοῦ, μετὰ δὲ τοῦτο μαλθακτήρια· ὅταν δὲ ἀποφλεγμήνῃ, αἰεὶ προσκείσθω τὸ δαίδιον ἢ τὸ μολύβδιον· ἢν δὲ μήπω καθαρὸν ᾖ τὸ στόμα τῶν ὑστερέων, αὖθις προστιθέναι τὸν αὐτὸν τρόπον τὰ φάρμακα, καὶ τἄλλα ποιέειν, ὡς εἴρηται, καὶ τὸ στόμα ἀναφυσῇν δεῖ καὶ τὰς ὑστέρας ὧδε, προσθετὸν ποιήσαντα τὸ ξὺν τῷ σύκῳ προσθεῖναι· ποιέειν δὲ δύο καὶ ταῦτα· πρὸ δὲ τοῦ προσθεῖναι πυριῆσαι τῇ πυρίῃ τῇ ἐκ τοῦ μαράθρου τῇ πρόσθεν εἰρημένῃ· μετὰ δὲ τὴν πυρίην τῇ ὑστεραίῃ προστιθέναι τὸ φάρμακον λούσαντα· λούειν δὲ καὶ ἐς ἑσπέρην· βάπτειν δὲ καὶ τοῦτο ἐς ἔλαιον, ὅταν προστίθηται· μετὰ δὲ τὴν κάθαρσιν τῇ ὕστερον ἡμέρῃ μαλθακτήρια ἀρήγει ἄχρις ἂν φλεγμήνωσι· μετὰ δὲ τὴν φλεγμασίην ποιέειν τὴν δαΐδα κατὰ τὸν ἔμπροσθεν λόγον. Ποιέειν δὲ καὶ περὶ τοῦ προσθέτου τούτου τοιαῦτα, οἷά περ καὶ περὶ τοῦ προτέρου· κἢν μὲν ἅπαξ προστεθὲν ἀρκεόντως δοκέῃ ἀναφυσῆσαι τὰς ὑστέρας, πεπαῦσθαι· ἢν δέ τι χρήζῃ, αὗθις προστιθέναι τὸν αὐτὸν τρόπον ὅνπερ τὸ πρότερον. Μετὰ δὲ ταῦτα, ὅταν δοκέῃ σοι καιρὸς εἶναι, τὴν πυρίην κατασκευάζειν τὴν ἐκ τῶν θυμιημάτων· σκευάζεται δὲ τόνδε τὸν τρόπον· κύπειρον κόψαντα κατασῆσαι ὅσον σκαφίδα, καὶ κάλαμον μυρεψικὸν ἕτερον τοσοῦτον, καὶ σχοίνου τῆς μυρεψικῆς ἴσον, καρδαμώμου τε ἴσον, καὶ κυμίνου αἰθιοπικοῦ, καὶ ἀννήσου, καὶ πηγάνου ξηροῦ, καὶ ὑπερικοῦ, καὶ μαράθου σπέρμα· ὅταν δὲ ταῦτα παρασκευάσῃς, ἐγχέας ἐς τὸν χύτρινον οἴνου αὐστηροῦ κοτύλας ἓξ ὡς εὐωδεστάτου λευκοῦ, ἐπιπάσαι τῶν κεκομμένων ὅσον τεταρτημόριον, καὶ ἀναταράξαι· εἶτα ἐπιχέαι ὅσον τριώβολον ὁλκὴν μύρον αἰγύπτιον ὡς βέλτιστον, ἢ ἀμαράκινον, ἢ ἴρινον ἄκρον· ὅταν δὲ ἐπιχέῃς, ἀναταράξαι· πυριῇν δὲ μαλθακῇ πυρίῃ πλεῖστον χρόνον· λούειν δὲ πρὸ τῆς πυρίης, καὶ πυριῇν ἡμέρας δύο ἢ τρεῖς· ὅταν δὲ παύσηται πυριωμένη, ἐπίθεμά τι χρὴ ἐπικέεσθαι ἐπὶ τῇ πυρίῃ, ὅκως μὴ ἀποπνέῃ· μετὰ δὲ τοῖσι δαιδίοισι καὶ τοῖσι μολύβδοισι χρέο· ὅταν δὲ πυριήσῃς ἡμέρας δύο ἢ τρεῖς, ἑτέρας διαλιπεῖν δύο ἢ τρεῖς· τὰς δὲ μεταξὺ ἡμέρας λούειν δὶς τῆς ἡμέρης. Ἐσθίειν δὲ πράσα ἑφθὰ καὶ ὠμὰ καὶ ῥαφανῖδας καὶ κάρδαμα καὶ σκόροδα ὀπτὰ καὶ ἑφθὰ, καὶ τὸ πόμα ἀκρητέστερον, καἰ τοῖσι θαλασσίοισι τοῖσι προειρημένοισι χρέεσθαι. Ὅταν δὲ αἱ ἡμέραι διαλιπόμεναι παρέλθωσι, πυριῇν χρὴ ἐπιπάσαντα ὀλίγιστα ἑκάστου τῶν κεκομμένων ἐς τὴν ὑπάρχουσαν πυρίην, καὶ οἶνον ἐπιχέαι· ἢν δοκέῃ δεῖσθαι, καὶ ἔλαιον, καὶ τούτῳ πυριῆσθαι. Ὁπόταν δέ σοι δοκέῃ καλῶς ἔχειν τῶν πυριῶν, καὶ τὸ στόμα μαλθακὸν εἶναι καὶ ἀνεστομωμένον ὡς χρὴ, καὶ αὗται αἱ ὑστέραι ἐγγὺς, μετὰ τὴν πυρίην τὴν ὑστέρην ἡμέρην προστιθέναι τὸ φάρμακον τὸ ξὺν τῇ σμύρνῃ· προσθετὰ δὲ εἶναι δύο· μετὰ δὲ τὴν κάθαρσιν τῇ ὑστεραίῃ ἡμέρῃ τὰ μαλθακτήρια προστιθέναι, μέχρις ὅτου ἀποφλεγμήνωσιν αἱ ὑστέραι· μετὰ δὲ τοῦτο τοῖσι δαιδίοισι καὶ μολυβδίοισι χρῆσθαι· τὴν δὲ δύναμιν τεκμαιρόμενον τοῦ σώματος, αὖθις ἀναπυριῇν ὡς γέγραπται· ἢν μὲν δοκέῃ [ἡ] ἔτι ὑπάρχουσα πυρίη ἱκανὴ εἶναι, ἐς ταύτην ἐμβαλὼν τῶν θυμιαμάτων ὥσπερ τὸ πρότερον, καὶ οἶνον ἐπιχέων καὶ ἔλαιον· ἢν δοκέῃ δὲ ἄχρηστος εἶναι αὕτη ἡ πυρίη, ἑτέρην ἐξ ἀρχῆς κατασκευάζειν. Ὅταν δὲ προπυριάσῃς αὖθις τὸν αὐτὸν τρόπον, ὅνπερ πρότερον προεπυρίασας, προστιθέναι τὸ φάρμακον τὸ σὺν τῷ στέατι· ποιεῖν δὲ δύο τὰ προσθετὰ, καὶ προστιθέναι τὸν αὐτὸν τρόπον, ὅνπερ πρότερον· μετὰ δὲ τὰς προσθέσιας τῇ ὕστερον ἡμέρῃ κατὰ τὸν ἔμπροσθεν λόγον τὰ μαλθακτήρια προστιθέναι· τούτῳ δὲ τῷ φαρμάκῳ χρῆσθαι δι’ ἡμέρας τετάρτης προπυριῶντα· αἰεὶ δὲ νεοχμὸν ποιέειν τὸ φάρμακον ἐφ’ ἑκάστῃ προσθέσει, μέχρις ὅτου ὕφαιμα καθαίρηται· ὅταν δὲ τοιαῦτα καθαρθῇ, πεπαύσθω. Διαιτῇν δὲ τῷδε τῷ τρόπῳ· ἀνερωτᾷν ἐν ὁκοίᾑσιν ἡμέρῃσιν αὐτέῃ ἐγίνετο τὰ καταμήνια· ἀπὸ τουτέων ἀρξάμενος διαιτῇν τῇδε τῇ διαίτῃ· πρῶτον μὲν λουέσθω πολλῷ θερμῷ, πλὴν τῆς κεφαλῆς· ὅταν δὲ παύσηται, δοῦναι τυρὸν δριμὺν καὶ πήγανον οἴνῳ διέντα μέλανι, ἴσον ἴσῳ κεκρημένον· ἔπειτα αὐτὸν ἄλφιτα ἐπιπάσαντα δοῦναι πιεῖν ἐκ τοῦ λουτροῦ εὐθέως· εἶτα ἄριστον δοῦναι ἐν καιρῷ, ἐσθίειν δὲ μάζην ἢ ἄρτον καὶ πρἄσα ἑφθὰ ἢ ὠμὰ, καὶ τῶν ὁμοιοτρόπων δριμέων πάντων τῶν προγεγραμμένων, καὶ ἔτνος ἄλλοτε καὶ ἄλλοτε, τὸν δὲ ἀφρὸν μὴ ἀφαιρέειν, καὶ σίλφιον πουλὺ ἐγκλῶντα, καὶ σκόροδα ἐγκαθεψῶντα πολλὰ, ὄψοισι δὲ χρῆσθαι τῶν ἰχθύων τοῖσι σελάχεσι πᾶσιν ἑφθοῖσιν ὀξυγλύκεσι, βολβιδίοισι, σηπιδίοισιν ἐν οἴνῳ καὶ ἐλαίῳ, φύλλον ὑποτετριμμένον πίνειν ὡς πλεῖστα, καὶ ἐσθίειν ὡς πλεῖστα καὶ ἐπ’ ἀρίστῳ καὶ ἐπὶ δείπνῳ· λούεσθαι δὲ μετὰ τὸ δεῖπνον, ὅταν μέλλῃ ἀναπαύεσθαι. Ταύτῃ τῇ διαίτῃ μέχρι ἡμερῶν πέντε ἢ ἓξ χρεέσθω· μετὰ δὲ ταύτας τὰς ἡμέρας πρωῒ μὲν διδόναι νήστει ἀκτῆς καρπὸν ὅσον πυρῆνας ἓξ ἐν οἴνῳ ἀκρήτῳ καὶ σηπίης ὠὰ ὅσον δέκα ἢ δυοκαίδεκα· ταῦτα τρίψαντα ὁμοῦ λεῖα πρωῒ διδόναι νήστει πίνειν, καὶ μετὰ τὴν πόσιν ἐπισχοῦσαν λούεσθαι, καὶ πιεῖν τὸ πήγανον καὶ τὸν τυρὸν, καὶ οὕτως ἀριστᾷν τι τῶν προγεγραμμένων· δειπνεῖν δὲ ὀψιαίτερον, λούεσθαι δὲ χρὴ δὶς τῆς ἡμέρης· αὕτη ἡ δίαιτα ἴτω μέχρις ἡμερέων τρισκαίδεκα ἢ τεσσαρεσκαίδεκα. Ὅταν δὲ αὗται αἱ ἡμέραι παρέλθωσι, κατάποτα ποιέειν ἐκ τοῦ ὀποῦ τοῦ σιλφίου, ὅσον κύαμον, καὶ διδόναι τοῦτο πρῶτον· μετὰ δὲ τοῦτο τἄλλα τὰ προγεγραμμένα ποιέειν. Ὅταν δὲ ἡμέραι γένωνται πέντε καὶ εἴκοσιν ἐν ταύτῃ τῇ διαίτῃ, τὰ μὲν ἄλλα ποιέειν κατὰ ταὐτὰ, πρὸ δὲ τοῦ ἀρίστου, ὅταν μέλλῃ ἀριστᾷν, προτρῖψαι σκορόδου ἄγλιθας ὅσον τέσσαρας, καὶ τυρὸν δριμὺν ὅσον ἀστράγαλον, καὶ ἄλφιτα παραμῖξαι ὀλίγα, καὶ ποιῆσαι μαγίδα, καὶ ταύτην πρῶτον καταφαγεῖν, πρὸ δὲ τοῦ δείπνου ἄκρητον ἐπιῤῥοφέειν, καὶ οὕτω σιτεῖσθαι· τὰ δ’ ἄλλα τὴν αὐτὴν διαίτην διαιτῇν. Ὅταν δὲ ἐννέα ἡμέραι ἢ δέκα γένωνται διάλοιποι ἐς τὸν χρόνον, διδόναι καὶ μετὰ τῶν ὠῶν καὶ τῆς ἀκτῆς κύμινον αἰθιοπικὸν, καὶ τοῦ κάστορος ὅσον ὀβολόν. Ὅταν δὲ ἡμέραι λοιπαὶ δύο ἔωσι, τουτέων μὲν ἀπαλλαγῆναι πάντων τῶν πομάτων καὶ τῶν καταποτίων, τὸ δὲ ξὺν τῇ δαιδὶ φάρμακον διδόναι λουσαμένῃ νήστει· μετὰ δὲ τὴν πόσιν τοῦ φαρμάκου διδόναι λινόζωστιν καὶ κράμβην ὁμοῦ ἑψῶντα ἐν ὕδατι, ἡδύναντα ἐν ὀξυγλύκει καὶ ἁλσὶ καὶ σιλφίῳ καὶ ἐλαίῳ ἐπὶ τῷ ἀρίστῳ· ταῦτα δίδου καὶ αὐτὰ τρώγειν καὶ αὐτὸν τὸν χυλὸν ῥοφέειν, καὶ τὸ πόμα ἀκρητέστερον πίνειν· ὄψοισι δὲ χρῆσθαι πουλυποδίῳ ἑφθῷ, ἢ σηπιδίοισι. Ταῦτα μὲν ἐπὶ τῷ ἀρίστῳ, ἐπὶ δὲ τῷ δείπνῳ κρέας αἰγὸς, ἢ ὄϊος, ἢ ἀρνὸς δίεφθα, καὶ πράσα, καὶ τῶν ἄλλων δριμέων ὅ τι ἂν βούληται· λουσάσθω δὲ ἀπὸ τοῦ δείπνου. Αὕτη ἡ δίαιτα τὰς δύο ἡμέρας τὰς ὑστάτας. Ἢν δὲ πρὸς τὴν δίαιταν ταύτην μὴ κατασπασθῇ τὰ ἐπιμήνια, τὸν ἐπιόντα μῆνα τὴν αὐτὴν δίαιταν ἐξ ἀρχῆς διαιτῇν ἄχρι τῶν ὑστάτων δύο ἡμερέων· ταύτας δὲ τὰς δύο τῇ πρότερον ἡμέρῃ τῆς ὑστάτης προσθετὰ ποιήσας, προσθεῖναι κατὰ τὸν ἔμπροσθεν λόγον, φαρμάκου τοῦ ἐν τῷ ὕδατι ποιευμένου· προστιθέσθω δὲ προλούσας. Σκέψασθαι δὲ χρὴ καὶ τῶν ὑστερέων ὅκως ἔχουσι, καὶ αἰεὶ παρὰ πάντα τὸν χρόνον ὅκως καλῶς ἕξουσι, καὶ τὸ στόμα ὀρθόν τε καὶ ἀνεστομωμένον εἴη. Καὶ ἢν δοκέωσι πρὸ τῆς προσθέσιος προπυριατέαι εἶναι· ἢν δὲ καταῤῥαγῇ τὰ ἐπιμήνια, ἢν μὲν συχνὰ, ἐλάσσοσι τοῖσι λουτροῖσι κεχρῆσθαι· ἢν δὲ ἐλάσσω, πλέοσιν· ἢν δὲ προσημήναντα μὴ ἴῃ, αὖθις τῇ διαίτῃ τῇ αὐτέῃ ἐκθεραπεύειν, ἄχρις ὅτου ἂν φανῇ τὰ ἐπιμήνια· ὅταν δὲ ἅπαξ ἔλθῃ, τῇσι τοιαύτῃσιν ἄριστον ἐν γαστρὶ λαμβάνειν. Αὕτη πασέων τῶν ὁμοιοτρόπων νούσων ἡ θεραπείη.