Ancient Greek · ~9 min
Book 2
Hippocrates, De muliebribus 2.134
Not analysed yet
134. Ἢν αἱ μῆτραι ψαύσωσι τοῦ ἰσχίου καὶ προσκέωνται, στεῤῥὸν γίνεται ἐπὶ τὸν κενεῶνα, καὶ ὀδύναι νειαίρης γαστρὸς, καὶ ἐς αὐτὸν τὸν κενεῶνα καὶ ἐς τὰς ἰξύας καὶ ἐς τὰ σκέλεα ἡ ὀδύνη ἐμπίπτει, καὶ τιταίνεται, καὶ ἐκπυΐσκονται, καὶ ἔμμοτοι γίνονται, αἵδε ῥεόμεναι ὄλλυνται, ἢν μὴ τάμῃς ἢ καύσῃς. Ὅταν οὕτως ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ λούειν πολλῷ θερμῷ, καὶ πυριῇν τὰς ὑστέρας, καὶ ἐγχέαι οὖρον παλαιὸν ἀναζέον ἐς τὸ κοῖλον τῆς πυέλου, καὶ ἀμφικαθίζεσθαι περικαλύψας εἵματι τὴν γυναῖκα, ὡς μὴ παραπνέῃ· ἐπειδὰν δὲ ἀποψύχηται τὸ οὖρον, ἐμβάλλειν μύδρους διαπύρους ἐς τὸ οὖρον, καὶ πυριῇν μέχρις οὗ ἂν φῇ ἀμαυρὰ βλέπειν καὶ λιποθυμέειν· λοῦσαι δὲ ἀπὸ τῆς πυρίης θερμῷ ὕδατι· κἄπειτα ἁψαμένην τῷ δακτύλῳ ἕλκειν τὸ στόμα τῶν ὑστερέων πρὸς τὸ ὑγιὲς ἰσχίον, καὶ τὰς νύκτας προστίθεσθαι μαλθακτήρια· ἐπὴν δὲ φῇ κατ’ ἰθὺ εἶναι, προπυριήσας τοῖσιν εὐώδεσιν, αὖθις προστιθέναι τὰ μαλθακτήρια, ἀλλὰ καὶ τοὺς μολύβδους ἡμέρας τρεῖς, ἕνα καθ’ ἑκάστην ἡμέρην· μετὰ δὲ ταύτας τὴν ἐχέτρωσιν ἢ τὴν σκίλλην τρεῖς ἡμέρας. Μετὰ δὲ τοῦτο σκεψάμενος ἐν τοῖσιν ἐπιμηνίοισι μάνθανε, ἤν τε χολώδεα ᾖ, ἤν τε φλεγματώδεα, ἤν τε αἷμα διεφθορὸς ᾖ, καὶ ἢν δέῃ αὐτὴν αἷμα καθῆραι, προστιθέναι, ὅτου ἄν σοι δοκέῃ μάλιστα δεῖσθαι, καὶ μετακλύζειν τοιουτέοισι· προστιθέναι δὲ τὰ προσθετὰ, ἔστ’ ἄν αἷμα καθαρὸν ἀνάγηται, καὶ ταῦτα ἐνεργεῖν τρεῖς ἡμέρας. Ἐλάφου δὲ στέαρ προστιθέσθω τηκτὸν ἐμβάπτων μαλθακὸν εἴριον, ἔπειτα γλήχωνα τὴν ἡμέρην θυμιωμένη τοῖσιν ἀρώμασιν, καὶ οὕτω παρὰ τὸν ἄνδρα ἴτω. Ἢν δὲ ἐκ τόκου ἡ νοῦσος γένηται, κεκαθαρμένης πάντα ἐκ τῆς πυρίης τοῦ οὔρου, αὐτίκα ἰέναι ἐς τὰ εὐώδεα, κἄπειτα λουσαμένην ἄλειφα λευκὸν αἰγύπτιον προστιθέσθω πρὸς τὸ ὑγιὲς ἰσχίον, καὶ κατακείσθω ἐπὶ τοῦτο. Ἢν δὲ μὴ πρὸς ταῦτα μεταστέωσιν αἱ ὑστέραι, πινέτω νῆστις τῆς γλυκυσίδης κόκκους τοὺς μέλανας πέντε, ἐν οἴνῳ εὐώδει, καὶ ἐπὶ τῷ σίτῳ τρωγέτω σκόροδα ὠμὰ καὶ ὀπτὰ καὶ ἑφθά· ὄψοισι δὲ χρήσθω ὡς ἐλαχίστοισιν· ἢν δὲ μὴ γένηται ὑγιὴς, ὡσαύτως καθαίρειν αὐτὴν ὡς ἐπὶ τῆς πρόσθεν. Ἐπὶ δὲ ταύτης τῆς νούσου, ἢν μὴ αὐτίκα σχῇ ἐν γαστρὶ, ἄτοκος γίνεται. Ἢν δὲ ὧδε ἐχούσῃ τὰ ἐπιμήνια μὴ γίνηται, καὶ πῦρ ἐπιλάβῃ, φαρμάκοισι πρῶτον καθαίρειν ἄνω μάλιστα, ἢν δὲ ἀσθενὴς ᾖ, κάτω· καὶ μετὰ τὴν φαρμακοποσίην, ἤν σοι δοκέῃ φλεγματώδης εἶναι, ἐμεέτω νῆστίς τε καὶ ξὺν τῷ σιτίῳ, καὶ ὡς τὰ πολλὰ ὑγιὴς ἔσται.