Ancient Greek · ~6 min
Book 2
Hippocrates, De muliebribus 2.135
Not analysed yet
135. Ἢν δὲ αἱ μῆτραι πρὸς τὸ ἰσχίον λυθῶσι, τὰ ἐπιμήνια παχέα ἐόντα οὐ γίνεται ὀδύνη δὲ ἐς τὴν νειαίρην γαστέρα ἀφικνέεται· ἀφικνεῖται δὲ καὶ ἐς τὸν κενεῶνα, καὶ δάκνεται. Ὅταν ὧδε ἔχῃ, λούειν πολλῷ θερμῷ, καὶ διδόναι σκόροδα τρώγειν ὡς πλεῖστα, καὶ γάλα πίνειν ἱκνεομένως, ἔπειτα οἶνον ἄκρητον, καὶ πυριῆσαι ὅλην, καὶ φάρμακον δοῦναι ἄνω· ἢν δὲ ἀσθενεστέρη ᾖ, κάτω. Ἢν δὲ ἰηθῇ, πυριῇν τὰς ὑστέρας μαράθρῳ, ξυμμίσγεται δὲ καὶ ἀψίνθιον· ἐπὴν δὲ νεοπυρίητος ᾖ, ἀφέλκειν τὸ στόμα τῷ δακτύλῳ ἠρέμα τῶν ὑστερέων πρὸς τὸ ὑγιὲς ἰσχίον, παρηγορικῶς μαλθάσσοντα τὸ στόμα τε καὶ τὰ ἀμφιπονεόμενα, καὶ προσθεῖναί τι μαλθακτήριον, μετὰ δὲ μολύβδους, καὶ αὐτίκα σκίλλαν, ἔπειτα ναρκίσσινον μίαν ἡμέρην διαλιπών. Ἐπὴν δέ σοι δοκέῃ καθαρή τις εἶναι, τὸ νέτωπον προσθέσθω ἐν εἰρίῳ· τῇ δὲ ὑστεραίῃ ἔλαιον ῥόδινον· τῶν ἐπιμηνίων. δὲ ἰόντων, ἄμεινον μὴ προστίθεσθαι· ἢν δὲ μὴ ἴῃ, κανθαρίδας τέσσαρας, ἀπτέρους καὶ ἄποδας καὶ ἄτερ κεφαλῆς, καὶ γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας καὶ σηπίης ὠὰ, καὶ σελίνου σπέρμα ὀλίγον ἐν οἴνῳ διδόναι πίνειν· καὶ ἢν ὀδύνη ἐνῇ καὶ στραγγουρίη ἔχῃ, ἐν ὕδατι θερμῷ ἐγκαθήσθω, καὶ πινέτω μελίκρητον ὑδαρές· ἢν δὲ μὴ καθαίρηται, αὖθις τὸ φάρμακον πινέτω· ἢν δὲ ἴῃ, ἀσιτήσασα, [κυκεῶνα] πινέτω, καὶ ξυνίτω τῷ ἀνδρί. Ἢν δὲ μὴ γίνηται, διδόναι ὅ τι κατασπάσει, ὁρέων πρὸς τὴν δύναμιν τῆς γυναικὸς, καὶ τότε ἀσφαλὲς φοιτᾷν πρὸς τὸν ἄνδρα· ἢν γὰρ ἴσχῃ ἐν γαστρὶ, ὑγιὴς γίνεται. Ἐν δὲ τῇ καθάρσει, ἢν ἴῃ πολλὴ, λινόζωστιν ἐσθιέτω, καὶ πουλύποδας ἑφθοὺς ἁπαλοὺς, καὶ σιτίοισι μαλθακοῖσι χρεέσθω.