Ancient Greek · ~7 min
Book 2
Hippocrates, De muliebribus 2.137
Not analysed yet
137. Ὁκόσα δὲ ἀπὸ τῶν ὑστερέων ξυμβαίνει γίνεσθαι νοσήματα, τάδε λέγω· ὁκόταν αἱ ὑστέραι ἐκ χώρης κινηθέωσι, προσπίπτουσιν ἄλλοτε ἄλλῃ· ὅκου δ’ ἂν προσπέσωσιν, ὀδυνήματα καταστηρίζουσιν ἰσχυρά· καὶ ἢν ἅψηται τῆς κύστιος, ὀδύνην παρέχουσι, καὶ τὸ οὖρον οὐ δέχονται, οὐδὲ τὸν γόνον ἐπὶ σφέας ἕλκουσι, καὶ ἄμφω ἀλγέει· κἢν μὴ ταχέες λύσιες γίνωνται, διαπυΐσκονται αἱ ὑστέραι χρόνῳ ὕστερον κατὰ τὰ αὐτὰ χωρία, ᾗ ἂν προσαυανθῶσι· γίνεται δὲ κατὰ κενεῶνάς τε καὶ βουβῶνας καὶ ὑπὲρ τοῦ κτενός. Χρὴ δὲ ἐν ἀρχῇσιν, ὅταν ἡ ὀδύνη ἔχῃ, ὧδε θεραπεύειν· χλιάσματα προστιθέναι, καὶ ἐν ὕδατι θερμῷ εἶναι, ἀγαθὸν γὰρ καὶ τοῦτο· ἢ σπόγγοισιν ἐν ὕδατι θερμῷ ἐκπιεζομένοισι πυριῇν· καὶ πίνειν τῶν ὑστερικῶν φαρμάκων· ἢν δὲ μὴ πρὸς ταῦτα λύηται, φαρμακεύειν κάτω, ἢν δέῃ, καὶ ἄνω, ὁκοτέρου ἂν ἁρμόσῃ μᾶλλον δεῖσθαι. Τοῦτο δὲ διαγνώσῃ τῷδε τῷ τρόπῳ· ἢν μὲν ἐς τοὺς βουβῶνας καὶ κτένα καὶ κύστιν ἐγχρίμψῃ, αὗται χρήζουσιν ἄνω φαρμακείης· ἢν δὲ ἐς τοὺς κενεῶνάς τε καὶ τὰ ὑποχόνδρια, αὗται δέονται κατωτερικοῦ φαρμάκου· μετὰ δὲ ταύτας τὰς καθάρσιας εὐθὺς καθαίρειν τὰς ὑστέρας. Τὰ δὲ νουσήματα πάντα τὰ τοιουτότροπα γεραιτέρῃσι μᾶλλον γίνεται ἢ νεωτέρῃσι, πρὸς τὰς ἀπολείψιας τῶν ἐπιμηνίων· γίνεται δὲ καὶ νέῃσιν ἐούσῃσιν, ὁκόταν χηρεύσωσι πουλὺν χρόνον. Ἢν δὲ ἐς τὴν ἕδρην τράπωνται, τὰ ὑποχωρήματα κωλύονται, καὶ ὀδύναι ἴσχουσι τήν τε ὀσφὺν καὶ τὴν νειαίρην γαστέρα καὶ τὸν ἀρχόν. Ὅταν ὧδε ἔχῃ, λούειν χρή μιν τῷ θερμῷ, καὶ πυριῇν τὴν ὀσφὺν, καὶ ὑποθυμιῇν τὸ κατόπιν κακώδεσι, καὶ προστιθέναι ἅσσα καθαίρει τε καὶ ἐλαύνει τὰς ὑστέρας, καὶ πιπίσκειν ὅ τι ἂν προσδέχηται τῶν ξυμφερόντων μάλιστα. Ἢν δὲ κάτω ἐγκέωνται ἐς τοὺς βουβῶνάς τε καὶ οὐρητῆρα, ὀδύναι γίνονται ἰσχυραὶ, καὶ νάρκη ἐν τοῖσι σκέλεσι, καὶ ὁ οὐρητὴρ ἀποφράσσεται, καὶ τὸ οὖρον οὐ μεθίησι. Θεραπεύειν δὲ χρὴ ὧδε· πρὸς μὲν τὰς ῥῖνας προστιθέναι τὰ εὐώδεα καὶ μύρα, πρὸς δὲ τὰς ὑστέρας τὰ δύσοδμα θυμιῶντα.