Ancient Greek
Book 2
Hippocrates, De muliebribus 2.138
Not analysed yet
138. Ἅπασα δὲ πρόφασις ἱκανὴ τὰς ὑστέρας παροτρῦναι, ἢν ἔχωσί τι φλαῦρον· καὶ γὰρ ἀπὸ ῥίγεος τῶν ποδῶν καὶ ὀσφύος, καὶ ἀπὸ τοῦ ὀρχέεσθαι καὶ πτίσαι καὶ κεάσαι καὶ δραμεῖν πρὸς ἄναντες χωρίον καὶ πρὸς κάταντες, καὶ ἀπ’ ἄλλων. Ταῦτ’ οὖν χρὴ σκέπτεσθαι ἐς οὖλον τὸ σῶμα καθορέοντα, ὅταν τὰ παρεόντα συθῇ νουσήματα· τὰ γὰρ τοιάδε ἀνάγκη ἐστὶ τῷ πλέονι ἢ τῷ ἐλάσσονι νοσέειν· καθ’ ὃ δ’ ἂν ἐκλάμψῃ μάλιστα, ταύτῃ τὰ ἐξαπιναῖα δῆλα τῶν νουσημάτων· ὁκόταν οὖν τὰ ἐξαπιναῖα ταῦτα συθῇ, ἀνωτέρω χρὴ λαμβάνεσθαι ἐκ τοῦ παντὸς ἀνθρώπου. Ὁκόσαι δὲ ἀποψύξιες σκελέων ἢ ναρκώσιες ψύξει γίνονται ἐν τοῖσιν ὑστερικοῖσι, ταῦτα πάντα μεταρσιοῖ τὰς ὑστέρας. Ἐν τοῖσι τοιουτέοισι καταχεῖν χρὴ θερμὸν ὕδωρ κατὰ τῆς ὑστέρης καὶ τῶν πέριξ χωρίων, καὶ ἐκθερμαίνειν αὐτὰς καὶ τὰ σκέλεα, καὶ ὅταν προσπεπτωκυῖαι ἔωσιν.