Ancient Greek · ~3 min
Book 2
Hippocrates, De muliebribus 2.141
Not analysed yet
141. Ἢν παραλοξαίνωνται αἱ μῆτραι καὶ δοχμοὶ ἔωσι καὶ τὸ στόμα σφέων, τἀπιμήνια ταύτῃ τὰ μὲν κρύπτονται, τὰ δὲ προφανέντα οἴχονται, καὶ οὐχ ὅμοια γίνονται, ἀλλὰ κακήθεα καὶ ἐλάσσονα ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τὸ ἰσχίον, καὶ ἐφέλκεται αὐτό. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πίνειν ἐλατήριον, καὶ λούειν θερμῷ, καὶ πυριῇν. Ὁκόταν δὲ νεοπυρίητος ἢ νεόλουτος ᾖ, τὸν δάκτυλον παραφάσασα, ἀπορθούτω, καὶ παρευθυνέτω τὸ στόμα τῶν μητρέων, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τῶν ποτημάτων δίδου ὅ τι ἂν μάλιστα προσδέχηται πειρεόμενος· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι, καὶ σκόροδα ἐσθιέτω καὶ ὠμὰ καὶ ἑφθά· καὶ τῷ ἀνδρὶ ξυνευδέτω· καὶ ἐπὶ τὸ ὑγιὲς ἰσχίον κατακείσθω· ἐπὶ θάτερον καὶ πυριήσθω. Ἡ δὲ νοῦσος δυσαπάλλακτος.