Ancient Greek · ~2 min
Book 2
Hippocrates, De muliebribus 2.140
Not analysed yet
140. Ἢν αἱ ὑστέραι κατὰ τὰ ἀριστερὰ κλιθέωσιν ἢ τὸ ἰσχίον, ὀδύνη ἴσχει ὀξείη τε καὶ σπερχνὴ τὰς τε ἰξύας καὶ τοὺς κενεῶνας καὶ τὸ σκέλος, καὶ ἐπισκάζει. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι ἐλατήριον, τῇ δὲ ὑστεραίῃ ὑποθνμιῇν· τῶν κριθέων χοίνικας δύο, καὶ ἐλαίης φύλλα κατακνῆσαι σμικρὰ, καὶ κικίδα κατακόψαι καὶ κατασῆσαι, καὶ ὑοσκυάμου τρίτον χοίνικος· ταῦτα μίξας, καὶ ἐλαίῳ περιποιήσας ὅσον ἡμικοτύλιον ἐν χύτρῃ καινῆ, ὑποθυμία τέσσαρας ἡμέρας· τῆς δὲ νυκτὸς γάλα βοὸς καὶ μέλι καὶ ὕδωρ πινέτω, καὶ τῷ θερμῷ λουέσθω.