Ancient Greek · ~3 min
Book 2
Hippocrates, De muliebribus 2.143
Not analysed yet
143. Ἢν αἱ μῆτραι προΐωσιν ἐξωτέρω τῆς φύσιος, πυρετὸς ἔχει τὸ αἰδοῖον καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον στάζει θαμινὰ καὶ κατ’ ὀλίγον, καὶ δάκνεται σφοδρῶς τὸ αἰδοῖον· πάσχει δὲ, ἢν ἐκ τόκου ἐοῦσα τῷ ἀνδρὶ ξυνευνάζηται. Ὅταν οὖν ὧδε ἔχῃ, μύρτα καὶ λωτοῦ ξύσματα ἑψῆσαι ἐν ὕδατι, καὶ θεῖναι τὸ ὕδωρ ἐς τὴν αἰθρίην· προσαιονῇν δὲ ὧδε ὡς ψυχρότατον τὸ αἰδοῖον· καὶ τρίβων λείως πρόσπλασσε· ἔπειτα πίνουσα ὕδωρ φακῶν ξὺν μέλιτι καὶ ὄξει ἐμεέτω, ἔστ’ ἂν αἱ ὑστέραι ἀνελκυσθέωσι· καὶ τὴν κλισίην ἀνεκὰς χρὴ ποιέειν τὰ ἀπὸ τῶν ποδῶν· καὶ τὸ αἰδοῖον ὑποθυμιῇν τὰ κακώδεα, τὰς δέ γε ῥῖνας τὰ εὐώδεα· σιτίοισι δὲ χρεέσθω ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὸν οἶνον ὑδαρέα λευκὸν πινέτω, καὶ μὴ λουέσθω, μηδὲ τῷ ἀνδρὶ ξυνερχέσθω.