Ancient Greek · ~7 min
Book 2
Hippocrates, De muliebribus 2.144
Not analysed yet
144. Ἢν παντάπασιν ἐκ τοῦ αἰδοίου ἑκπέσωσιν αἱ μῆτραι, ἐκκρίμναται οἷον ὄσχη, καὶ ὀδύνη λάζεται τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς βουβῶνας· καὶ ὁκόταν ἐπιγένηται χρόνος, οὐκ ἐθέλουσιν ἐς χώρην ἰέναι. Ἡ δὲ νοῦσος λαμβάνει, ὁκόταν ἐκ τόκου ταλαιπωρήσῃ, ὥστε ψαίρειν τὰς ὑστέρας, ἢ τῷ ἀνδρὶ ξυνίῃ ἐν τῇ λοχίῃ καθάρσει. Ὅταν ὧδε ἔχῃ ψύγματα χρὴ προστιθέναι παρηγορικὰ πρὸς τὸ αἰδοῖον· καὶ τὸ ἔξω ἐὸν ἀποκαθήρας, σίδην ἐν οἴνῳ μέλανι ἑψήσας, τουτέῳ περιπλῦναι, καὶ ἔσω ἀπωθέειν· ἔπειτα μέλι καὶ ῥητίνην ξυντῆξαι ἴσον ἑκατέρου, καὶ ἐγχέειν ἐς τὸ αἰδοῖον, καὶ κατακείσθω ὑπτίη, ἄνω τοὺς πόδας ἔχουσα ἐκτεταμένη. Κᾄπειτα σπόγγους προσθεῖσα ἀναδῆσαι ἐκ τῶν ἰξύων. Ἕστ’ ἂν δ’ οὕτως ἔχῃ, σιτίων μὲν ἀπεχέσθω, ποτῷ δὲ ὡς ἐλαχίστῳ χρήσθω, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν. Καὶ ἢν μὲν οὕτως ἐθέλωσιν ἐνακούειν καὶ ἀπιέναι, ἅλις ἔστω· ἢν δὲ μὴ, ἄκρα περιξέσας τὰ λέγνα τῆς ὑστέρης καὶ ἀμφιπλύνας, χρῖσαι τῇ πισσηρῇ· ἔπειτα πρὸς κλίμακα δῆσαι τοὺς πόδας, τὴν δὲ κεφαλὴν κάτω ἔχειν, καὶ τῇ χειρὶ ἔσω ἀπωθέειν· ἔπειτα λύειν, καὶ ξυνδῆσαι αὐτῆς τὰ σκέλεα ἐναλλὰξ, καὶ ἐῇν νύκτα καὶ ἡμέρην οὕτω, καὶ διδόναι ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν. Τῇ δὲ ὑστεραίῃ κατακλίνας ἐπὶ τὸ ἰσχίον, σίκύην προσβάλλειν ὡς μεγίστην, καὶ ἐῇν ἕλκειν πουλὺν χρόνον, καὶ ἐπὴν ἀφέλῃς, μὴ ἀποσχάσῃς, ἀλλὰ κατακλίνας ἔα καὶ μὴ πρόσφερε μηδὲν ἀλλ’ ἢ τὸν χυλὸν, ἕως ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· ἢν δὲ δίψα ἔχῃ, ὕδωρ ἐλάχιστον πινέτω· ἐπὴν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι, σιτίοισιν ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρεέσθω· ὁκόταν δὲ ἀποπατῆσαι θέλῃ, ἀνακειμένη ἀποπατείτω, ἕως ἂν τεσσαρεσκαίδεκα ἡμέραι γένωνται· ἔπειτα κλυζέσθω χλιαρῇσι πυρίῃσιν· ἄμεινον δὲ θερμῷ, ὡς ἐξ ἡλίου, καὶ περιπατείτω ὡς ἐλάχιστα, καὶ μὴ λουέσθω· κοιλίην δὲ μὴ λύσῃς· σιτίοισι δὲ ὀλιγίστοισι χρεέσθω, μήτε δριμέσι μήτε ἁλμυροῖσι· καὶ θυμιήσθω τὸ αἰδοῖον τοῖσι κακώδεσι· κἀπειδὰν ἄρξηται περιπατεῖν, τὴν σφενδόνην φορείτω.