Ancient Greek · ~6 min
Book 2
Hippocrates, De muliebribus 2.149
Not analysed yet
149. Ἢν μὴ κατὰ χώρην μένωνσιν, ἀλλ’ ὁτὲ μὲν ἔνθα, ὁτὲ δὲ ἔνθα ἴωσιν, ὀδύνας παρέχουσιν· αἱ δὲ ἀφανέες γίνονται, τοτὲ δὲ ἐξίασιν ὡς ἕδρη· καὶ ὁκόταν μὲν ὑπτίη ᾖ, κατὰ χώρην μένουσιν· ὁκόταν δὲ ἀναστῇ ἢ ἐξ ὕπνου ἔγρηται ἢ ἐπικύψῃ ἢ ἄλλο τι ποιήσῃ κίνημα, ἐξέρχονται, πολλάκις δὲ καὶ ἡσυχίην ἐχούσῃ. Ταύτην χρὴ ὡς μάλιστα ἠρεμέειν τε καὶ ἀτρεμέειν καὶ μὴ κινέεσθαι, καὶ τὸν κλισμὸν κεῖσθαι πρὸς ποδῶν ὑψηλότερον· καὶ τοῖσιν ἐμέτοισι χρέεσθαι, χρὴ γὰρ ἀντισπάσαι ἀνεκάς· καὶ τοῖσι δὲ στρυφνοῖσιν ἀπαιονᾷν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα· καὶ τῶν ῥοιῶν διὰ τοῦ ὀμφαλοῦ τρήσαντα μέσην, ἐν οἴνῳ χλιήναντα, ἥτις ἂν ἁρμόζῃ μάλιστα, καὶ μή τι κωλύῃ, προστίθει ὡς ἐσωτάτω· εἶτ’ ἀναῆσαι ταινίῃ πλατείῃ, καὶ ἀναλαβεῖν, ὡς μὴ ὀλισθάνῃ, ἀλλὰ μένῃ, καὶ ποιέῃ τὸ δέον· καὶ τῶν μηκώνων ξὺν τῷ τυρῷ καὶ τοῖσιν ἀλφίτοισι πιπίσκειν, καθάπερ ἐν τῇ πρὸς τὸ πλευρὸν προσπτώσει γέγραπται· καὶ τῶν ποτημάτων πειρώμενος ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι χρήσθω, καὶ μετ’ ἀνδρὸς οὐ χρὴ κοιμᾶσθαι, ἄχρις οὗ κατὰ χώρην οἵη τε ᾖ βαίνειν. Ἢν αἱ μῆτραι ἐκπέσωσι, κισσὸν ὡς ξηρότατον τρίψας λεῖον, ἐνδήσας τε ἐς ὀθόνιον, προσίσχειν, καὶ λιπαρὸν προσφέρειν μηδέν πιεῖν δὲ διδόναι πυροὺς προκόψας, καὶ μήκωνα ὀπτὴν, καὶ ἐλελίσφακον, καὶ κύπερον, καὶ ἄννησον, ταῦτα τρίψας λεῖα, διεὶς οἴνῳ, καὶ τῶν κυρηβίων τῶν ἀπὸ τῶν κριθέων, διδόναι δὶς τῆς ἡμέρης, ἐφ’ ἑκατέρου ἡμικοτύλιον.