Ancient Greek · ~1 min
2.147 to 2.148
Hippocrates, De muliebribus 2.147-148
Not analysed yet
147. Ἢν ἑλκωθέωσιν αἱ μῆτραι καὶ πρόσω χωρήσωσιν ἐξωτάτω, ἐλαίῳ χρίων λίπα τὰς χεῖρας ἐντιθέναι, καὶ δίδου καταπότιον σμύρνης ἀκρήτου, τρεῖς καταπιεῖν σπυράδας, καὶ πινέτω δάφνην χλωρὴν τετριμμένην, οἴνῳ διεῖσα, καὶ ὑγιὴς οὕτω γίνεται. 148. Ἢν ἔξουρα ᾖ τὰ αἰδοῖα, προσθετὸν, ἀννήσου καρπὸν καὶ σελίνου τρίψας λεῖα, πρόσθες πρὸς τὰ αἰδοῖα.