Ancient Greek · ~3 min
Book 2
Hippocrates, De muliebribus 2.153
Not analysed yet
153. Ὁκόταν δὲ γυνὴ ἐκ τόκου ἐοῦσα φορτίον αἴρηται μέζον τι τῆς φύσιος, ἢ πτίσσῃ, ἢ κεάσῃ ξύλα, ἢ δράμῃ, ἢ ἄλλα τινὰ τοιάδε δράσῃ, αἱ ὑστέραι ἐκπίπτουσι πρὸς ταῦτα μάλιστα· ἐνίοτε δὲ καὶ πρὸς πταρμόν· ὃ γὰρ βιᾶται, ἢν βίῃ πταρνυμένη ἐπιλάβηται τῆς ῥινός. Περιπλύνειν χρὴ τὰς ὑστέρας ὕδατι χλιερῷ, ἔπειτα τεύτλου χυλῷ ἀποζέσαντα ὁμοίως, εἶτα ἀκρήτῳ οἴνῳ μέλανι. Ἢν δὲ μὴ ἐσακούῃ, μαλθακτήρια ποιέειν χρή· ταῦτα δὲ ποιέειν χρὴ πρότερον ἢ ψυχθῆναι, καὶ ἐνθεῖναι εἴσω παρηγορικῶς· εἶτα ἐκτείνειν τὰ σκέλεα καὶ ἐπαλλάξαι καὶ ὑπὸ ταῦτα ὑποτιθέναι τι μαλθακὸν, ποτοῦ δὲ εἴργειν χρὴ τὰς τοιαύτας ὡς μάλιστα, καὶ τὴν κοιλίην χρὴ φυλάσσειν, ὅκως μὴ ἐκταραχθῇ· πρὸς δὲ τὴν ῥῖνα τῶν εὐωδέων διδόναι τι. Τὰς τοιαύτας χρὴ ἐξ ὑστέρου, ἢν μὴ ἀτρεμίζωσιν, ἀλλὰ κινέωνται, ἐλλεβορίζειν· ἢν δὲ μὴ ἐξαρκέωσι, καὶ ἐμέτους ποιέειν, καὶ ἀλουτέειν, σιγῇν τε καὶ ἠρεμέειν.