Ancient Greek · ~4 min
Book 2
Hippocrates, De muliebribus 2.154
Not analysed yet
154. Ἢν ἀγρησθῶσιν αἱ μῆτραι, ἡ γαστὴρ αἴρεται καὶ φυσᾶται καὶ σμαραγεῖ, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ κοῖλα τοῦ προσώπου, καὶ ἡ χροιὴ ἀειδὴς γίνεται, καὶ τὰ ἐπιμήνια κρύπτεται, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται ἐν τουτέῳ τῷ χρόνῳ, καὶ ἀσθμαίνει, ἀφρίζει τε καὶ ἀλύει, καὶ ὅταν ἔγρηται ἐξ ὕπνου, ὀρθοπνοίη μιν ἔχει, καὶ ὅ τι ἂν φάγῃ ἢ πίῃ λυπέει αὐτὴν, καὶ στένει, καὶ ἀθυμέει μᾶλλον ἢ πρὶν φαγεῖν, καὶ πνίγεται, καὶ τὰ νεῦρα ἕλκεται, καὶ αἱ μῆτραι καὶ αἱ κύστιες ἀλγέουσι, καὶ οὐκ ἔστι ψαῦσαι τῇ χειρί οὐδὲ τὸ οὖρον προΐενται, οὐδὲ τὴν γονὴν δέχονται. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω, θερμῷ λούειν καὶ καθίννυσθαι, καὶ θαμινὰ οὖλον τὸ σῶμα, ἔστι δ’ ὅτε ἄχρις ὀμφαλοῦ πυριῇν διαλείποντα, καὶ προστιθέναι τὰ ὑφ’ ὧν καθαρισθήσεται καὶ μὴ ὀδαξήσεται· ὑποθυμιήσθω δὲ τὰ εὐώδεα ὑπὸ τὰ αἰδοῖα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ κάκοδμα· καὶ ποτήματα δίδου, ἃ καθαίρουσιν ὑστέρας καὶ ἐλαύνουσιν ἐς χώρην· καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ τὸ γάλα μεταπινέτω, ὡς ἐπὶ τοῦ πλευροῦ γέγραπται. Ἡ δὲ νοῦσος οὐ χρονίη.