Ancient Greek · ~3 min
Book 2
Hippocrates, De muliebribus 2.163
Not analysed yet
163. Ἢν δὲ τὸ στόμα τῶν μητρέων ξυμμύσῃ, γίνεται ἰσχυρὸν ὡς ἐρινέον· κἢν ἐπαφήσῃς τῷ δακτύλῳ, ὄψει σκληρόν τε καὶ ξυνιλλόμενον, καὶ τὸν δάκτυλον οὐκ ἐσίησι, καὶ τὰ ἐπιμήνια κεκρύφαται, καὶ τὴν γονὴν οὐ δέχεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὴν ὀσφὺν καὶ τοὺς κενεῶνας· ἔστι δ’ ὅτε καὶ ἄνω προσίσταται καὶ πνίγει. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω, καὶ λούειν πολλῷ θερμῷ, καὶ προστιθέναι ἅσσα μαλθάσσει τὸ στόμα, καὶ ὑπάλειπτρον καθιέναι καὶ ἀναστομοῦν, τόν τε δάκτυλον ὡσαύτως, καὶ αἰονῇν. Ὅταν δὲ μαλθακὸν ᾖ, προστιθέναι ἅσσα καθαίρει αἷμα, καὶ τῶν ποτημάτων διδόναι, καὶ πειρηθῆναι ὅ τι ἂν προσδέχὴται· τὴν κράμβην δὲ ἐσθιέτω, καὶ τὸν χυλὸν ῥοφεέτω.