Ancient Greek · ~11 min
Book 2
Hippocrates, De muliebribus 2.162
Not analysed yet
162. Ἢν αἱ μῆτραὶ ξυμμύσωσι, τὰ στόματα σκληρὰ γίνετάι σφέων, καὶ τὴν γονὴν οὐκ ἔτι δέχονται, ἀλλ’ αὐτόθι, ἐπὴν ξυνευνηθῇ τῷ ἀνδρὶ, καὶ ἢν κινήσῃ τὰ σκέλεα, χωρέει, καὶ ὀδύναι τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς βουβῶνας ἔχουσι, καὶ τὰ ἐπιμήνια παντάπασιν οὐ γίνεται· ἢν δὲ γίνηται, ὀλίγα καὶ πονηρὰ καὶ ἄχροα. Ὅταν ὧδε ἔχῃ, λούειν πολλῷ θερμῷ· μετὰ δὲ τὸ λοῦτρον διδόναι τοῦ κάστορος ξὺν τῇ ῥίζῃ γλυκυσίδης, ξυμμίσγειν χρὴ ἐν οἴνῳ μέλανι εὐώδει· σιτίοισι δὲ διαιτήσθω, ὡς λεχώ· καὶ ἢν δῆλα ᾖ τὰ ἐπιμήνια, ἐπισχεῖν μίην ἡμέρην, καὶ πυριῇν ὅλην, καὶ φάρμακον διδόναι ποτὸν, εἰ ἠθάδες εἶεν, ἄνω, ἢν δὲ δοκέῃ δεῖσθαι, κάτω, γάλα ὄνου ἢ ὀῤῥόν· καὶ πυριῆσαι βληχρῶς, καὶ μαλθακτήρια ὑστέρῃ προσφέρειν, καὶ κυκλάμινον καὶ ναρκίσσινον. Σικύων δὲ τῶν σμικρῶν λαβεῖν τὴν ἐντεριώνην, καὶ κατακνήσας, ἐξελὼν τὸ σπέρμα, παραστάζων γάλα γυναικὸς κουροτρόφου, τρίβειν, παραμιγνύων σμύρνην ἄκρητον, καὶ μέλι ὡς κάλλιστον, καὶ ἔλαιον λευκὸν αἰγύπτιον, καὶ ποιεῖν μὴ ὑγρὸν, ἀλλὰ ξηρότερον· τοῦτ’ ἐμπλάσαι εἰς εἴριον μαλθακὸν καθαρὸν, καὶ ἐμβαψάτω ἐν λευκῷ ἐλαίῳ αἰγυπτίῳ, καὶ λουσαμένη προστιθέσθω· ὑποδείσθω δὲ καὶ ἐν σκέπῃ ἤτω, ὅταν καθαίρηται. Ἐπὴν δέ σοι δοκέῃ ἀρκούντως ἔχειν, παύσασθαι· ἢν δὲ μὴ, αὖθις προστιθέναι ἕτερον· μετὰ δὲ τοῦτο ἀμφιελίξασα εἴριον μαλθακὸν, στρογγύλον δὲ ποιέειν, καὶ ἐμβάπτειν ἐς νέτωπον, καὶ προστίθεσθαι μίην ἡμέρην, τῇ δ’ ὑστεραίῃ ἔλαιον ῥόδινον ἐν εἰρίῳ· εἶτα πάλιν ἐλάφου στέαρ τήξας, καὶ αὐτὸ ἐν εἰρίῳ. Λουέσθω δὲ ἐν θερμῷ ὕδατι αἰεὶ πρὸ τῶν προσθετῶν, καὶ πυριήσθω εὐόδμοισι βληχρῶς πλεῖστον χρόνον· μετὰ δὲ, μίην διαλιπὼν ἡμέρην, κλύσαι, ἢν μὲν φλεγματώδης ᾖ, τῷ ξὺν τῷ κόκκῳ, ἢν δὲ χολώδης, τῷ ἀπὸ τῆς σκαμμωνίης· μετακλύζειν δὲ καὶ ἐπὶ τουτέοισιν ἀμφοτέροισι· τῇ δ’ ὑστεραίῃ τῷ ναρκισσίνῳ ξὺν οἴνῳ γλυκεῖ· ἢν δὲ μὴ ᾖ ναρκίσσινον, ἀνθίνῳ, ἢ ἰρίνῳ ὡς καλλίστῳ· ἔστω δὲ τοῦ ἐλαίου τρίτη μοῖρα τοῦ οἴνου· ἔπειτα διαλιποῦσα δύο ἡμέρας, προσθέσθω τὸ ξὺν τῇ γλήχωνι ἡμέρην μίην. Ἢν δὲ γένηται τὰ ἐπιμήνια, πενέτω νῆστις τὸν κάστορα τρεῖς ἡμέρας ἐν οἴνῳ εὐώδει λευκῷ· ἐπὴν δὲ ἀπολήγῃ τὰ ἐμμήνια καὶ παραμόνιμα ᾖ, λουέσθω, καὶ διανιψαμένη ὕδατι ψυχρῷ κυκεῶνα πινέτω ἄναλτον, σίτου δὲ μὴ ἁψάσθω· ξυνευδέτω δὲ τῷ ἀνδρὶ δύο ἡμέρας ἢ τρεῖς. Ὁκόσον δ’ ἂν χρόνον καθαίρηται, τὴν λινόζωστιν ἑψοῦσα ἐν ὕδατι, κἀπειδὰν ἑφθὴ γένηται, ἐκθλίψαι· ὑποτρίβειν δὲ σκόροδα καὶ κύμινον καὶ ἅλας, καὶ ἔλαιον ἀνακυκᾷν ἐν τουτέοισι, καὶ ὀλίγον ἐπιχέαντα τοῦ χυλοῦ ἀναζέσαι· τοῦτο πρὸ τῶν σιτίων ἐσθίειν· σκόροδα δὲ ἑφθὰ καὶ ὀπτὰ λαμβάνειν ὡς πλεῖστα· ἢν δὲ ἡ λινόζωστις μὴ ἁπαλὴ ᾖ λίην, ξυνεψεῖν χρὴ κράμβην, καὶ ἡδύνειν, καὶ προσηνὲς εἶναι, καὶ ἢν ἐν γαστρὶ λάβῃ, ὑγιὴς γίνεται, ἢν πάντα οἱ κατὰ κόσμον ἴῃ.