Ancient Greek · ~7 min
Book 2
Hippocrates, De muliebribus 2.169
Not analysed yet
169. Ἢν αἱ μῆτραι φλεγμήνωσι, τὰ ἐπιμήνια ἐπηλυγίζονται, καὶ ὁ τράχηλος ξυναρθμοῦται, καὶ πυρετὸς ὀξὺς καὶ γνώμης ἁπτόμενος, καὶ πονηρὰ καὶ ὀλίγα οἱ ἐπιφαίνεται, καὶ ὁκόταν νῆστις ᾖ, ἔμετος αὐτέῃ ἐπέρχεται· ὁκόταν δέ τι φάγῃ, ταῦτα ἐμέει· καὶ ὀδύνη τὴν νειαίρην γαστέρα ἴσχει καὶ τὰς ἰξύας, καὶ ἀποψύχει, καὶ περίψυξις ὅλου τοῦ σώματος· ἡ δὲ γαστὴρ τοτὲ μὲν σκληρὴ, τοτὲ δὲ μαλθακὴ, καὶ ἐμπίπραται, καὶ ἀείρεται, καὶ δοκέει ἐν γαστρὶ ἔχειν· ἔστι δ’ ὅτε κενεὸν φαίνεται τὸ πλήρωμα τῆς γαστρὸς, καὶ ἐμπίπλαται ἡ κοιλίη ὕδατος, καὶ ὁ ὀμφαλὸς ἐξίσχει, καὶ τὸ στόμα ἰσχνὸν, καὶ ἐξαπίνης ἐφάνη τὰ ἐπιμήνια τρύζοντα, καὶ ὀλίγα καὶ πονηρὰ, καὶ λεπτύνεται τὰς κληῗδας καὶ τὴν δειρὴν, καὶ οἱ πόδες οἰδίσκονται καὶ αἱ πέζαι μάλιστα. Ὅταν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ πυριῆσαι τὰς ὑστέρας ὡς εὐώδεσι, τὰς ἡμέρας τοῖσι μολυβδίοισι, καὶ λοῦσαι θερμῷ ὕδατι πρὸ τῆς προσθέσιος μὴ δάκνοντι· καὶ μετὰ τὴν πρόσθεσιν κλύζειν τὰς ὑστέρας· δύο πόσιας κνήστρου ἑψῆσαι ἐν κοτύλῃ ὕδατος, καὶ ἀποχέαντα τὸ ὕδωρ κλύσαι, κοτύλην ξυμμίξαντα μέλιτος καὶ ἐλαίου ναρκισσίνου ἢ ἀνθινοῦ· μετὰ δὲ ταῦτα διαλιπεῖν ἡμέρας τρεῖς, εἶτα κλύσαι τῷ ξὺν τῷ ὄξει, καὶ πρὸ τοῦ σίτου τὴν λινόζωστιν ἑψοῦσα ξὺν οἴνῳ ποσῷ ἐσθιέτω ὡς κράμβην καὶ τὸν χυλὸν ῥοφεέτω. Ἢν δὲ ἐπιμένῃ, φάρμακα πιπίσκειν, ὑφ’ ὧν ὕδωρ καθαίρεται τὰς ὑστέρας. Σιτίοισι δὲ χρεέσθω ἄρτοισι καὶ λαχάνοισιν ἑφθοῖσι τακεροῖσι, θαλασσίοισι δὲ μᾶλλον ἢ κρέασιν, ἢ ἀκροκωλίοισιν ἑφθοῖσι τακεροῖσι, καὶ ταλαιπωρέειν ὡς πλεῖστα καὶ πρὸ τοῦ σιτίου καὶ μετὰ τὰ σιτία, καὶ λουέσθω ὡς ἐλάχιστα ψυχρῷ, καὶ γλυκέων καὶ λιπαρῶν παντοίων εἰργέσθω· τὰς δὲ διὰ μεσηγὺ τῶν καθαρσίων ἀδίαντον πινέτω, ἐν ὄξει κεκρημένῳ νῆστις. Ἡ δὲ νοῦσος θανατώδης, ἐκφυγεῖν δὲ ὀλίγαι δύνανται, ἢν μὴ ἐν γαστρὶ ἔχωσιν.