Ancient Greek · ~2 min
Book 2
Hippocrates, De muliebribus 2.170
Not analysed yet
170. Φλεγμασίης μητρέων· τὰ ἐπιμήνια ἐπηλυγίζονται, καὶ ὁκόταν ἄσιτος ᾖ, ἐμέει, ὁκόταν δὲ βεβρώκῃ, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ ὅλη ἡ κοιλίη ὁτὲ μὲν σκληροτέρη, ὁτὲ δὲ μαλθακὴ γίνεται, καθίσταται δὲ οὐ πάνυ· κοιλίη μεγάλη γίνεται καὶ οὐ καθαίρεται· ,καὶ δοκέει κυεῖν, καὶ πάσχει ὁκόσα περ καὶ αἱ ἐγκύμονες· καὶ ἢν θιγγάνῃς τῆς κοιλίης, κοῦφον τὸ οἴδημα γνοίης ὡς ἀσκοῦ, καὶ ὁκόταν δοκέῃ τόκου ὥρη εἶναι, αἱ μῆτραι ξυμπίπτουσι, καὶ τὰ ἐπιμήνια ὀλίγα καὶ κακίονα. Ταύτην φάρμακον χρὴ πιπίσκειν κάτω, καὶ προστιθέναι τῶν καθαρτικῶν, καθαρθεῖσα δὲ ὑγιὴς γίνεται.