Ancient Greek
Book 2
Hippocrates, De muliebribus 2.172
Not analysed yet
172. Μητρέων ὀδύνης ἔγχυτον· ἢν ὀδύνη μοῦνον ᾖ σπερχνὴ καὶ βίαιος, ἀχλὺς ἐν τῇσι μήτρῃσιν ἔνι, καὶ οὐκ ἔξεισι τὸ πνεῦμα, ἀλλ’ αὐτόθι μένει, κακόν· δεῖ οὖν οὕτως θεραπεύειν· ἀνδραφάξιος ἀγρίης καρπὸν καὶ τεῦτλα τρίψας ὁμοῦ λεῖα, χλιήνας τε, ἔγχεον ἐς τὰς μήτρας. Ὑστερέων ὀδύνης παῦον· οἶνον ὡς ἥδιστον ἴσον ἴσῳ κεράσας τρία ἡμίχοα ἀττικὰ, μαράθου ῥίζας καὶ τοῦ καρποῦ τριτημόριον, καὶ ῥοδίνου ἐλαίου ἡμικοτύλιον· ταῦτα ἐμβαλεῖν ἐς ἐχῖνον καινὸν καὶ τὸν οἶνον ἐπιχέαι, εἶτα πυριῆσαι. Προστιθέναι δὲ καὶ σκίλλην, ἔστ’ ἂν τὸ στόμα μαλθακὸν ᾖ καὶ φαρκιδῶδες.