Ancient Greek · ~4 min
Book 2
Hippocrates, De muliebribus 2.171
Not analysed yet
171. Ἢν φλεγμαίνηται ἡ μήτρη, ψαύεται· ἢν δέ τι σφακελίζῃ καὶ παλιγκοταίνῃ, πῦρ ἔχει ὀξὺ καὶ μέγα, καὶ φρίκη σκληρή· τὰ ἀμφὶ τὰ αἰδοῖα ἐκπάγλως αἴθεται καὶ δάκνεται καὶ ὀργᾷ, καὶ εἴ τις ἐπαφήσει τῷ δακτύλῳ, καὶ αὖθις κάκιον ἴσχει καὶ ἀδάξεται, καὶ τὴν κεφαλὴν ἀλγέει καὶ τὸ βρέγμα, καὶ ἀχλὺς, καὶ ἱδρὼς μετωπίδιος, καὶ τὰ ἄκρεα ψύχονται καὶ τετρεμαίνουσι, καὶ κῶμα ἔχει ἄλλοτε καὶ ἄλλοτε, καὶ ἐσακούειν οὐκ ἐθέλει· οὐδὲ ἡ ὑστέρη ἐνεργεῖ· ἀσιτίη πολλὴ, καὶ στόμαχος οὐ πάμπαν εἰρύεται τὴν τροφὴν οὐδὲ ἡ κοιλίη, καὶ βοᾷ, καὶ ἀναΐσσει, καὶ ὀδυνᾶται τό τε ἦτρον καὶ τοὺς βουβῶνας καὶ τὰς ἰξύας καὶ παραφάσιας, καὶ ταχὺ θνήσκουσιν· ἢν δὲ αἱ ὀδύναι καταιγἴζωσι, σπόγγοισι θερμοῖσιν ἐξ ὕδατος ἢ ἐλαίου ἐκπεπιεσμένοισι πυριῆσαι· καὶ προσθέτοισι μαλθακοῖσι, μυελὸν ἐλάφου καὶ χηνὸς ἄλειφα καὶ κηρὸν λευκὸν καὶ ὠοῦ τὸ πυῤῥὸν ἢ κηρωτὴν πισσηρὴν προστιθέναι ξὺν ῥητίνῃ· καθαίρειν δὲ ὀνείῳ γάλακτι ἢ αἰγείῳ, ἢ ζωμῷ ὄρνιθος· οἶνον δὲ μὴ πίνειν, καὶ πτισάνης χυλὸν ῥοφεέτω.