Ancient Greek · ~8 min
Book 2
Hippocrates, De muliebribus 2.174
Not analysed yet
174. Ἢν ἐρυσίπελας ἔχῃ τὰς μήτρας, οἰδέει τοὺς πόδας καὶ τοὺς μαζοὺς καὶ τὸ σῶμα, καὶ πόνος αὐτὴν κατέχει, καὶ ὀρθόκνοια γίνεται, καὶ ἀλγέει τοὺς κενεῶνας καὶ τὸ ὑκογάστριον καὶ τὰ στέρνα καὶ τὴν κεφαλήν· τρόμος τε ἔχει, καὶ τὰς χεῖρας νάρκη καὶ τοὺς βουβῶνας, καὶ τὰς ἰγνύκς τρέμει· ἐνίοτε δὲ καὶ ἐν τῇσιν ἰγνύῃσι πελιδναὶ γίνονται, καὶ κουφίζει ὀλίγον χρόνον, καὶ ἡ χροιὴ, μάλιστα δὲ καὶ οἱ μαζοὶ ἀείρονται κατὰ τὴν ὁμοεθνίην· ἀλλὰ γὰρ οὐ πάνυ τι ἀλγέει, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, καὶ ἐρυθρὸν τὸ πρόσωπον γίνεται, καὶ δίψα ἰσχυρὴ, καὶ τὸ ἴκταρ ξηραίνεται. Ταῦτα ἢν ἐγκύμονι περιπέσῃ, θνήσκει, καὶ οὐκ ἂν δυνήσεται διαφυγεῖν. 174 bis. Ἢν ἐρυσίπελας ἐν τῇσι μήτρῃσι γένηται, οἰδήματα γίνεται πλεννωδέστατα ἀπὸ τῶν ποδῶν ἀρξάμενα ἐς τὰ σκέλεα πάντα καὶ ἐς τὴν ὀσφύν. Ὅσῳ δ’ ἂν ὁ χρόνος πλείων γίνηται, καὶ ὁ θώρηξ ἐπαΐει, καὶ οἰδίσκεται, καὶ περιψύχεται πᾶσα, καὶ πῦρ ἔχει μέγα, καὶ ῥῖγος ἐπιλαμβάνει, καὶ πνεῦμα πυκνὸν, καὶ λιποθυμίη, καὶ ἀσθενείη, καὶ ὀδύνη παντὸς τοῦ σώματος· δυσθυμέει τε καὶ αἰολᾶται τῇ γνώμῃ, καὶ τὸ πάθος ἀνέρχεται ἐκ τῆς κάτω κοιλίης ἐς τὰς ἰξύας καὶ ἐς τὰ νῶτα καὶ τὰ ὑποχόνδρια καὶ τὰ στέρνα καὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν καὶ τὸν στόμαχον, καὶ δοκέει θανεῖσθαι· ὁκόταν δὲ λύηται ἡ ὀδύνη, νάρκη ἔχει τὰς ἰξύας καὶ τοὺς βουβῶνας καὶ τὰ σκέλεα, καὶ τὰ ἐν τῇσιν ἰγνύῃσι πέλια γίνεται, καὶ ὀλίγον χρόνον δοκέει ῥᾴων εἶναι· ἔπειτα αὖθις πονέεται, καὶ ὁ χρὼς φλυκταινέων καταπίμπλαται, καὶ τὸ πρόσωπον ἐρυθήματα λάζεται προφανέα καὶ δηλεόμενα, καὶ ὁ φάρυγξ αὖος, καὶ ἡ γλῶσσα τρηχείη. Αὕτη ἡ νοῦσος εἰ ἐγκύμονα σχοίη, κτείνει. Ἢν δὲ μὴ, ἰητρείην χρὴ προσάγειν· ὄνου γάλα πιπίσκειν καὶ καθαίρειν· ἢν δὲ μὴ λύηται ὧδε, ψύχειν τὴν κοιλίην ἐν μαλθακοῖσι ψύγμασι, καὶ προσθέτοισι μὴ περισκελέσι, καὶ καθῆραι κούφοισιν ἐκ τοῦ κατ’ ὀλίγον, καὶ ἐμέειν· ἀγαθὸν δὲ ἀκτῆς φύλλα λαμβάνειν ἑφθὰ ξὺν ὀριγάνῳ ἢ θύμῳ ἢ πηγάνῳ· ἢν δὲ τὸ πῦρ μεθίῃ, καὶ οἶνον καὶ σιτία διδόναι γλυκέα. Παῦραι δὲ ὑγιαίνονται.