Ancient Greek · ~4 min
Book 2
Hippocrates, De muliebribus 2.175
Not analysed yet
175. Ὕδερος δὲ γίνεται ἐν τῇσι μήτρῃσι· τὰ ἐπιμήνια χωρέει ἀσώδεα καὶ ὑδατώδεα καὶ οὐ πάνυ αἱματώδεα, οἰδέει καὶ ἡ ὑστέρη καὶ φλέβες καὶ ὅσα ἄγχιστα, καὶ οὐ κυΐσκεται, ἔπειτα πνίγεται· καὶ οἱ μαζοὶ ῥέουσι, καὶ ἡ νειαίρα γαστὴρ σκληρή ἐστι καὶ οἰδέει καὶ πᾶς ὁ ἀμφὶ πέριξ χῶρος, καὶ ἀλγέει, εἴ τις ψαύσειε· πυρετός τε καὶ βρυγμὸς ἴσχει, καὶ ὀδύνη σπερχνὴ ἐς τοὺς κενεῶνας καὶ ἐς τὰς ἰξύας, καὶ ἐξονειροῖ, καὶ κάκιον ἴσχει. Ταύτην λούειν δεῖ θερμῷ καὶ χλιαίνειν, φάρμακον δὲ πιπίσκειν, καὶ πυριῇν βληχρῇσι πυρίῃσι· καὶ κυκλάμινον τριώβολον ἐν ὀθονίῳ προστιθέσθω ἀποδήσασα, καὶ κυπαρίσσου χυλὸν βρέχειν ἐν ὕδατι, καὶ κανθαρίδας τρίβουσα προστιθέναι ὀλίγον χρόνον, καὶ διὰ πλείονος ἐνεργεῖ. Προσθετὸν, κύμινον ὅσον χήμη, ἀσταφὶς λευκή. Ἄλλο· κνίδης καρπὸς, ἄρου ῥίζα, τουτέων ὃ βούλει ἐπιεικέως προστιθέναι. Ἐπειδὰν δὲ καθήρῃς, καὶ ἀφαιρέειν καὶ ἐγκλύζειν τὰ αἰδοῖα, καὶ ξυγκοιμάσθω, καὶ ἢν διενέγκῃ τὸ ἔμβρυον, ἐκκαθαίρεται πᾶσα καὶ ὑγιὴς γίνεται.