Ancient Greek · ~2 min
Book 2
Hippocrates, De muliebribus 2.176
Not analysed yet
176. Ὑδέρου μητρέων· ὕφαιμόν τι ῥέει ἰχωροειδὲς, καὶ καθαίρεται, καὶ δάκνει σφόδρα καὶ ἑλκοῖ ὥσπερ ἅλμη τὰ αἰδοῖα καὶ τὰ πέριξ, καὶ ὅκου ἂν ἐπιστάξῃ ἑλκοῖ, καὶ ἡ χροιὴ ἰκτερώδης· τὰ δὲ ἄλλα καθαίρεται πλῆθος, ὥσπερ ἐν τοῖσιν ἄλλοισι ῥόοισιν. Ἡ δὲ νοῦσος βληχροτέρη τε καὶ ἄλλως θανατώδης γίνεται, ἢν ἐξελκωθῶσιν αἱ μῆτραι. Ταύτην θεραπεύειν ὡς τὴν ὑπὸ λευκοῦ ῥόου ἐχομένην, καὶ γάλα ὄνειον πιπίσκειν, καὶ ἰσχναίνειν, καὶ ἰῆσθαι φαρμάκοισι τοῖσι προειρημένοισιν. Ὑδέρου ἐκλεικτά· ἢν ὕδωρ ἐκ τῶν μητρέων ῥέῃ, θεῖον, χηνὸς ἄλειφα, λείχειν.