Ancient Greek · ~2 min
Book 2
Hippocrates, De muliebribus 2.178
Not analysed yet
178. Εἰ δὲ μύλη ἐμφύεται ὑπὸ πάχεος γονῆς ἐνεχομένης, θύμβραν λειήνας ἐν ὄξει καὶ ὕδατι, τοῦτο δίδου πίνειν ἔνυγρον, ἢ ὑοσκυάμου τὸν καρπὸν λεῖον, καὶ κλύζειν ἅλμῃ καὶ ὀπῷ καὶ ὄξει· ἢν δέῃ, ξὺν ὕδατι· κράτιστον δὲ μελίκρητον ἐνιέναι ξὺν ὕδατι φακῶν, ἢ ὀρόβων, ἢ ἴου ἄνθεος. Ἢν δὲ καθαρθῇ οἷα τὰ πυριφλεγέθεα, μυρσίνην ἑψεῖν καὶ διανίζεσθαι, σμύρναν καὶ νέτωπον ἐν εἰρίῳ προστίθεσθαι.