Ancient Greek · ~3 min
Book 2
Hippocrates, De muliebribus 2.179
Not analysed yet
179. Ἢν ἄνεμος ἐνῇ ἐν τῇσι μήτρῃσι καὶ δάκνῃ, τῇδε καὶ τῇδε διεξιὼν πῦρ ποιέει, καὶ οἰδέει καύματι, καὶ ὀδυνῇ, καὶ τὸν ἄνδρα ἀπαναίνεται, καὶ ἄχθεται σφόδρα τῇ συνουσίῃ, καὶ τείνεται, καὶ οἰδέει τὸ ἦτρον, καὶ οὐ δύναται ὀρθοῦσθαι, ἢ ἰθύνεσθαι. Ὅταν οὕτως εὕρῃς, γνῶθι ὅτι ἄνεμος καὶ γονὴ ἔνι ἐν τῇσι μήτρῃσι, καὶ ἡ γονὴ ἐμπέφυκε· διὰ τοῦτ’ οὖν κάμνει. Λαβὼν μέλι, κηρὸν καὶ λίνου πέταλα, τρίψας λεῖα καὶ ὄρνιθος στέαρ, οἵνῳ εὐώδει, χλιήνας, ἔγχεον ἐς τὰς μήτρας κλυστῆρι· πινέτω δὲ λίνου πέταλα· ἢ τὸν καρπὸν τρῖψαι καὶ ἐς εἴριον ἐνελίξαι, πρὸς τὸ στόμα τῆς μήτρης· εἰ δὲ μὴ, ἐνεργοτέρῳ χρῆσθαι· λίριον καὶ κρόκον καὶ λίνου πέταλα, ὄρνιθος στέαρ τρίψας λεῖα, διεὶς γάλακτι γυναικείῳ, ἀποσπογγίσας ἄχνῃ ἀπὸ ὀθονίων λεπτῶν, ἐνδῆσαι· προστιθέσθω δὲ πρὸς τὸ στόμα τῆς ὑστέρης.