Ancient Greek · ~4 min
Book 2
Hippocrates, De muliebribus 2.185
Not analysed yet
185. Ὅταν γυναικὶ ὄζῃ κακὸν ἐκ τοῦ στόματος, καὶ τὰ οὖλα μέλανα ᾖ καὶ πονηρὰ, κεφαλὴν λαγωοῦ καὶ μύας τρεῖς κατακαῦσαι χωρὶς, καὶ τῶν δύο μυῶν ἐξελεῖν κοιλίην, ἧπαρ δὲ καὶ νεφροὺς μή· καὶ ἐν θυίῃ λιθίνῃ τρίβειν μάρμαρον ἢ λίθον λευκὴν, καὶ διασῆσαι· εἶτα μίσγειν ἴσον ἑκάστου, καὶ τοὺς ὀδόντας τρίβειν· χρὴ δὲ καὶ τὰ ἐν τῷ στόματι χωρία τρίβειν· κἄπειτα εἰρίῳ πινωδεστάτῳ τρίβειν, καὶ διακλύζεσθαι ὕδατι βάπτουσα δὲ τὸ πινῶδες εἴριον ἐν μέλιτι, ἀνατριβέτω τοὺς ὀδόντας καὶ τὰ οὖλα καὶ τὰ ἔνδον καὶ τὰ ἔξω. Τρίβειν τε ἄννησον, καὶ ἀνήθου καρπὸν, καὶ σμύρνης ὁλκὴν ὀβολοὺς δύο, διιέναι οἴνῳ λευκῷ ἀκρήτῳ ἡμικοτυλίῳ, ἐν τουτέῳ διακλυζέσθω, καὶ ἐν τῷ στόματι πουλὺν κατεχέτω χρονον, θαμινὰ δὲ τοῦτο δρᾷν, καὶ ἀναγαργαρίζεσθαι νῆστιν καὶ μετὰ τὴν τροφήν· ἄριστον δὲ ὀλιγοσιτίη, κράτιστα δὲ χρὴ προσφέρεσθαι. Τοῦτο τὸ φάρμακον ὀδόντας καθαίρει καὶ εὐώδεας ποιέει· καλέεται δὲ ἰνδικὸν φάρμακον.