Ancient Greek · ~1 min
Book 2
Hippocrates, De muliebribus 2.186
Not analysed yet
186. Ὁκόταν γυναικὶ μαζὸς τριχιήσῃ, στοιβῆς καρπὸν, ἢ βάτου ἑψῇν ἐν ὕδατι καὶ ἐλαίῳ, καὶ τοὺς μαζοὺς καταπλάσσειν, καὶ τεύτλου φύλλα ἐπιῤῥίπτειν· ἔπειτα ῥάψαι ἐκ ῥάκους ὡς κυρβασίην, τεκμηράμενος ὅσον τὸν μαζὸν ἐκχωρήσει, καὶ οὕτως ἐντιθέναι τὸν τιτθόν· ἢν δὲ διαπύῃ, ἄμεινον τάμνειν, καὶ εἰρίῳ ῥερυπωμένῳ μοτῶσαι, καὶ ἐπιβάλλειν τωὐτό· μετέπειτα λύσαντα φακῷ ἑφθῷ ξὺν ἀλφίτῳ μῖξαι καὶ καταπλάσσειν.