Ancient Greek · ~3 min
2.189 to 2.191
Hippocrates, De muliebribus 2.189-191
Not analysed yet
189. Ἢν δὲ ῥέωσιν αἱ τρίχες, λήδανον μετὰ ῥοδίνου ἢ ἀνθινοῦ μύρου τρῖβε, καὶ μετ’ οἴνου ἐγχριέτω· ἢ τὴν σμηκτρίδα γῆν ξὺν οἴνῳ, ἢ ῥοδίνῳ, ἢ ὀμφακίῳ, ἢ ἀκακίῃ, καὶ ἢν μαδήσῃ, κύμινον ἔμπλασσε, ἢ πελιάδων κόπρον, ἢ ῥάφανον τριπτὴν, ἢ κρομμύῳ τριπτῷ, ἢ τεύτλῳ, ἢ κνίδῃ. 190. Τὰς δ’ ἐφηλίδας λεγομένας αἴρει, ὀρόβιον, τεύτλου χυλὸς, ὠῶν τὸ λευκὸν, πτισάνη, ἢ σικύου ἀγρίου ῥίζη ξηρὴ, μετ’ οἴνου τρυγὸς τριφθεῖσα, καὶ ἐπαλειφομένη, ἢ συκῆς φύλλα προστιθέμενα· σησάμῳ τριπτῷ σμήχεσθαι, ἢ ἀμυγδάλαις πικραῖς· κνίδης τε σπέρμα, σκορόδων κέλυφος ἐπιδεόμενον, λεπίδιον. 191. Λειχῆνας ἐξάγει πάντας, ὄξος, μάννα, κίσσηρις, θεῖον μετ’ ὄξους, κάρδαμον ἄγριον καὲν καὶ σποδωθὲν, ἐχίδνης λεβηρὶς, καὶ λαπάθου ἀγρίου ῥίζα· τρίβειν δὲ μετ’ ὄξεος οἰνώδεος· φλυκταινοῦται, καὶ λιθαργύρου χρέο.