Ancient Greek · ~9 min
Book 2
Hippocrates, De muliebribus 2.192
Not analysed yet
192. Ῥόου ἐρυθροῦ ποτὸν ἀγαθόν· ἐλάφου κέρας κατακαύσας, ὠμήλυσιν κριθέων ξυμμῖξαι διπλασίην, ἐπὶ οἶνον πράμνιον ἐπιπάσσουσα πινέτω, καὶ ἵσταται. Ἕτερον ὁμοίως ποτόν· ἀδιάντου ῥίζαν τρῖψαι, καὶ ἐρεβίνθους φῶξαι, καὶ λέκιθον ποιέειν, ἐν μέλιτι ὡς ποτὸν διδόναι. Ἢ ἀλήτου σητανίου ὀξύβαφον, κόμμεως λευκοῦ ἥμισυ, μάννης τρίτον μέρος, καὶ σχοίνου ὀλίγον, ἢ πίτυος, ἢ κυπαρίσσου διεὶς ὕδατι πίνειν δίδου δὶς τῆς ἡμέρης· ἢ ἐλάφου κέρας κατακαίειν, τρίβειν δὲ καὶ ὠμήλυσιν σὺν κεδρίσι πέντε· οἶνος σὺν τοίσδεσσιν αὐστηρὸς μέλας μίγνυται. Ἢ ῥοιὴν γλυκείην ὀπτήσας, τὸν χυλὸν ξὺν οἴνῳ μέλανι πίνειν. Ἢ κυπαρίσσου καρπὸν ὅσον τρία ἢ τέσσαρα, καὶ μύρτα μέλανα καὶ ὁμοῦ καὶ αὐτὰ καθ’ ἑωυτά, πρὸς ἰσχὺν τοῦ σώματος ὀρέων τῆς γυναικὸς, ξὺν οἴνῳ δὲ ἡ πόσις γενέσθω. Ἢ καστορίου ὀβολὸν καὶ σμύρνης ὀβολὸν ἐν οἴνῳ τρίβειν αὐστηρῷ μέλανι καὶ πιπίσκειν. Ῥόου καὶ πάσης νούσου ποτὸν, ὅσαι ἀπὸ τῶν ὑστερέων γίνονται· γλυκυσίδης καρπὸν, καὶ τοῦ ῥόου τὰς ῥίζας, καὶ κύμινον αἰθιοπικὸν, καὶ μελάνθιον ἐν οἴνῳ λευκῷ διδόναι. Ἢ νάρθηκα ξύσας, ὅσον ὀξύβαφον, καὶ πράσου χυλὸν, ἐν οἴνῳ λευκῷ κεκρημένῳ, τοῦτο καὶ ἐκ ῥινῶν αἷμα ῥέον παύει. Ἢ σίδην ἑψῆσαι ἐν οἴνῳ μέλανι, καὶ περιλέψαι, καὶ τὰ ἔνδον τρῖψαι, ἐν οἴνῳ μέλανι ξὺν πάλῃ ἀλφίτου πιεῖν. Ἢ λίνου σπέρμα, ἢ ἐρυσίμου φῶξαι, καὶ ἐλαίης φύλλα χλωρῆς, καὶ μέλαιναν ῥίζαν, μήκωνα ἁδράν· ταῦτα τρίψας ἐν τῷ αὐτῷ, ἐν οἴνῳ κεκρημένῳ δίδου πίνειν. Ἢ τάμισον ὄνειον καὶ σίδης γλυκείης ῥίζην καὶ κικίδα ἐξ ἴσου πάντα, καὶ ῥοιῆς γλυκείης χυλὸν ξὺν οἴνῳ πίνειν. Ἢ λαπάθου καρπὸν, ξὺν τῷ τῆς κικίδος ἔξω περιεξυσμένῳ· ταῦτα τρίβειν ἄμφω, καὶ ἐν οἴνῳ πίνειν, καὶ μετέπειτα κυκεῶνα. Ἢν αἷμα ῥέῃ λαῦρον ἐξ ὑστερέων, ἄγνου φύλλα ξὺν οἴνῳ μέλανι· τὰ στρυφνὰ ῥόον ἵστησιν, οἴνῳ μέλανι μιγνύμενα. Ῥόου καὶ ὀδύνης· κάχρυος ῥίζαν ἐν οἴνῳ μέλανι πίνειν· ἢν δὲ πλέον ᾖ, τερμίνθου καρπὸς τριβόμενος, χρὴ δὲ οἴνῳ καὶ ὕδατι διιέναι καὶ πίνειν. Ἢν ῥόος γένηται, καρκίνους ποταμίους ἀποπνίξας ἐν οἴνῳ, πίνειν διδόναι τοῦ τοιούτου οἴνου μεθ’ ὕδατος. Ἢν δ’ ἔτι φέρηται ὁ ῥόος, πρόμαλον φώξας καὶ τρίψας ἐν οἴνῳ δίδου, ἢ πράσων χυλόν. Ἢν δὲ πουλὺς κατέρχηται ὁ ῥόος, ἡμιόνου ὀνίδα κατακαίειν, καὶ λειῆναι καὶ ξὺν οἴνῳ διδόναι. Ἢν δὲ πουλυχρόνιος ὁ ῥόος γένηται, σπόγγος κατακαεὶς ἀρήγει, τρίβειν δὲ λεῖον τὸν σπόγγον καὶ ξὺν οἴνῳ διδόναι εὐώδει.