Ancient Greek · ~5 min
Book 2
Hippocrates, De muliebribus 2.193
Not analysed yet
193. Κατάπλασμα ῥόων· σκόροδα καὶ ἀνδράχνην καὶ σέλινον καὶ λωτοῦ πρίσματα καὶ κέδρου λεῖα ὁμοῦ μῖξαι, διεὶς δὲ ἐν μελικρήτῳ, κατάπλασμα ποιέειν. Ἢ βάτου φύλλα καὶ ῥάμνου καὶ ἐλαίης, ὁμοῦ λεῖα μῖξαι καὶ διιέναι ἐν μελικρήτῳ, καὶ ξὺν ἀλφίτοισι καταπλάσσειν. Ἢ ἀκτῆς καὶ μυρσίνης φύλλα κατάπλασσε. Ἢ λωτοῦ πρίσματα καὶ συκαμίνου φύλλα καὶ ῥοῦν ξὺν ἀσταφίδι. Πυριήσιες ῥόων· αἰρῶν ἄλευρα πεφωσμένα ἕψε ἐν ὀξυκρήτῳ ἀκρητεστέρῳ καὶ ἐς ὀθόνιον ἐγχρίων πυρία. Ἢ φακοὺς φώξας, καὶ περιπτίσας, ποιέειν ἄλευρα χονδρότερα, καὶ ἐν ὕδατι ἑψεῖν, καὶ ὁμοίως καταπλάσσειν· ἢ ὀρόβους ὡσαύτως. Ἀγαθὸν δὲ καὶ ἐλελίσφακβς· ἢ ἄχυρα κριθέων ἐν ἀφεψήματι ἐλελισφάκου καὶ ὑπερικοῦ ἑψεῖν καὶ καταπλάσσειν. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου ἐναφεψῶν ἐν ἀσταφίδος ἀποβρέγματι, ἐς ὀθόνιον ἐπιχρίων, πυριῇν. Ἢ ἐλαίης φύλλα, ἢ κεσσοῦ, ἢ μυρσίνης, ἐν ἀφεψήματι τούτων κριθέων ἄχυρα ἑψεῖν. Ἢ ἀρωμάτων ὕδατι συναφεψεῖν πίτυρα πύρινα. Ἢ ἀσταφίδος ἀποβρέγματι πίτυρα πυρῶν ἑψεῖν, ἢ λευκοΐου καρπὸν, ἢ τὰς ῥίζας ἀφεψεῖν, καὶ τῷ ὕδατι ξὺν πιτύροισι πυρίνοισιν ἐπιῤῥίπτειν, ἢ τῷ ἀφεψήματι πίτυρα πυρῶν τοῦτο ποιήσασα, θερμῷ ἐνελιξαμένη εἰρίῳ, πυριήσθω· ἢ τῷ τῆς ἑρπύλλου ἀφεψήματι πίτυρα τὸν αὐτὸν τρόπον· πυριῇν δὲ καὶ σπόγγοισι θερμοῖσι καὶ εἰρίοισι μαλθακοῖσιν, ἢν περιωδυνέῃ, καὶ τοῖσιν ὀστρακίνοισιν ἀγγείοισιν, ὕδατος ἐγχέων· ἢ ἐν κύστεσιν ἐλαίῳ θερμῷ.