Ancient Greek · ~5 min
Book 2
Hippocrates, De muliebribus 2.195
Not analysed yet
195. Ὑποθυμιήσιες ῥόων· κριθὰς πεφωσμένας ἐς ἄνθρακας ὑποθυμιῇν, ἢ ἐλάφου κέρας σὺν ἐλαίῃσιν ὀμφακίτισιν, ἢ ῥόον τὴν ἐρυθρὴν, καὶ ἄλφιτα πεφωσμένα ξὺν ἐλαίῳ καὶ οἴνῳ διπλασίῳ· ἢ ἄχυρα κριθέων, καὶ βόλβιτον ὁμοίως, ἢ λωτοῦ πρίσματα, ἢ ῥόον, ἢ κυπάρισσον ξὺν οἴνῳ μέλανι αὐστηρῷ ξηρὴν ὑποθυμιῇν· ἢ χαλβάνην, ἢ μάνναν, ἢ ῥητίνην οἴνῳ διῦσαι, ἢ αἰγὸς κέρας καὶ κικίδα, καὶ ὁ ῥόος ἵσταται. Ἕτερα θυμιητά· ὀρύξαι χρὴ βόθρον, καὶ φῶξαι ὅσον δύο χοίνικας ἀττικὰς γιγάρτων, τῆς σποδιῆς ἐπιβαλὼν ἐπὶ τὸν βόθρον, οἴνῳ τε ἐπιψεκάσαι εὐώδει, καὶ ἀμφικαθεζομένη καὶ διαπλίξασα θυμιήσθω. Ἢ τὸ λεγόμενον οἰσύπη αἰγὸς ξηρὰ κόψαι καὶ φῶξαι ξὺν κριθέων ἐρίγματι, ἐλαίῳ φυρήσασα, θυμιῇν. Ἢ ἐς ἄνθρακας πόλιον, κριθέων ἄχυρα ὁποβάλλων, ἢ πρίσματα κυπαρίσσου, μύρῳ δεύων, θυμίη. Ἢ κώνειον, ἢ σμύρναν, ἢ λιβανωτὸν, τὸ μύρον περιχέων, θυμίη. Ἢ ἄσφαλτον καὶ κριθέων ἄχυρα ὁμοίως. Ἢ κυπαρίσσου ῥίζαν ἐν ἀλείφατι ῥοδίνῳ περιχέας θυμίη. Ἢ καλάμῳ, σχοίνῳ, κυπέρῳ, σελίνου σπέρματι, ἀννήσου, ῥόδινον ἔλαιον περιχέας, θυμίη. Ὁμοίως δὲ καὶ ῥητίνην ὑποβάλλειν καὶ κιννάμωμον καὶ σμύρναν ξὺν βάτων φύλλοις, ἢ ῥόδων φύλλοις ἡδυόδμοις ξὺν ποσῷ κρόκῳ καὶ στύρακι· ταῦτα πάντα ἐν τῷ αὐτῷ τρίβειν, καὶ θυμιῇν ὀβολῷ ἀττικῷ σταθμῷ ἐπὶ σποδιὴν οἰναρέην, ἢ ἐπὶ βολβίτου πλαστοῦ ὡς ἐμβάφιον· τὸ δὲ πῦρ κλημάτινον ἔστω· ἐπιτιθέναι δέ τι ἤδη πρότερον ὡς μὴ ὀδμὴ ᾖ· ἐπεὶ, εἰ ὀδμὴ ἔσται, ἄμεινον μὴ θυμιῇν.