Ancient Greek · ~5 min
Book 2
Hippocrates, De muliebribus 2.196
Not analysed yet
196. Ῥόου ἐρυθροῦ προσθετά· σμύρνα καὶ βολβίον ξὸν μέλιτι τριφθὲν προσθετὸν ἄριστον. Ἢ ῥόδα ἑψήσας ἐν ὕδατι, καὶ τρίψας λεῖα ἐν μύρῳ ῥοδίνῳ, ἐν εἰρίῳ ἑλίξας, προστίθει. Ἢ τοῦ λωτοῦ τὸ ἄνθος ἑψῆσαι ἐν ὕδατι, κἄπειτα τρίβειν ἐν ῥοδίνῳ μύρῳ, καὶ ἐν εἰρίῳ πρὸς τὸ στόμα τῆς ὑστέρης προσάγειν. Ἢ κύπερον καὶ ἴριν καὶ ἄννησον ἴσον ἑκάστου ἐν μύρῳ ῥοδίνῳ, λεῖον, ἐν εἰρίῳ, μάλιστα πρὸς τὸν στόμαχον εἴσω. Ἢ μυρσίνης φύλλα μελαίνης ἐν οἴνῳ λευκῷ, πίτυος φλοιὸν παραμίσγειν, καὶ ὁμοίως ποιεῖν. Ἢ κυπαρίσσου καρπὸν καὶ λιβανωτὸν ἴσον ἑκατέρου τρίβειν ὁμοῦ ἐν μύρῳ ῥοδίνῳ, ἐν εἰρίῳ προστίθει. Ἢν ξηρῆναι δέῃ ῥόον, καλαμίνθην ἐν οἴνῳ μέλανι ἑψεῖν, καὶ ἐς ὀθόνιον βάπτοντα, ἐπιτιθέναι. Ἢ ὑοσκυάμου τῶν φύλλων καὶ κώνειον ἅμα ἑψεῖν. Ὡσαύτως πράσα καὶ μαλάχην καὶ κηρὸν καὶ χηνὸς ἄλειφα μῖξαι, εἶτα χλιερὸν προστιθέναι πρὸς τὰ αἰδοῖα. Ἢ οἶνον ἄκρητον ξὺν ῥητίνῃ καὶ σιδίῳ ἑφθῷ τρίβειν, καὶ προστιθέναι ὁμοίως. Ἢ κνῆκον ξὺν οἴνῳ τρίβων προστίθει. Ἢ λωτοῦ τὸ πρίσμα ὁμοίως. Ἢ σχίνου φύλλα ἢ ῥόον, μέλιτι καθέφθῳ, μίξας πρόσθες. Ἢν δὲ μὴ λήγῃ, σούσινον, ἢ βλίτον τὴν βοτάνην ὡς γλῶσσαν οὖσαν, ἐν εἰρίῳ ποιεῖν προσθετόν.