Ancient Greek · ~2 min
Book 2
Hippocrates, De muliebribus 2.197
Not analysed yet
197. Ῥόου ὕδατος προσθετὸν καὶ ἔγχυτον· ἢν γυναικὶ ὕδωρ ῥέῃ ἐκ τῶν αἰδοίων, λαβὼν ῥητίνην ξηρὴν καὶ μυρίκης πέταλα καὶ λίνου καρπὸν τρῖψαι ἐν οἴνῳ, καὶ μῖξαι ἐν ὄρνιθος στέατι, καὶ ἐγχέαι ἐς τὰ αἰδοῖα κλυστῆρι. Ἄλευρα χηραμύδα ὡς καθαρώτατα, ἢ ἀμύλιον ἐν εἰρίῳ προστίθεσθαι πρὸς τὸν στόμαχον. Ἄλλο ἔγχυτον ὁμοίως· ὁκόταν ὕδωρ ἐκ τοῦ αἰδοίου ῥέῃ, μυρίκης πέταλα καὶ λιβανωτοῦ καρπὸν ἐν χηνὸς στέατι τρίψας καὶ ῥητίνην, ἐς τὰ αἰδοῖα κλυστῆρι ἐνεῖναι.