Ancient Greek · ~12 min
Book 2
Hippocrates, De muliebribus 2.205.1
Not analysed yet
205. Μαλθακτήρια ὑστέρης ὄϊος στέαρ, ὠῶν λέκιθος, μέλῖ, ἔλαιον ῥόδινον, τούτοισιν ἀναφυρήσας ἄλητα, παραχλιαίνειν ἐν πυρὶ μαλθακῷ, τὸ ἀποσταζόμενον ἐς εἴριον ἀναμαλάσσειν, καὶ προστιθέναι· ἢ στέαρ ἡδυντὸν τὸ ἐρυθρὸν, χηνὸς ἄλειφα, ῥόδινον ἔλαιον, ξυντήξας καὶ ἐς εἴριον ἀναφυρήσας, προσθεῖναι· χηνὸς ἄλειφα ἢ μήλειον στέαρ, κηρὸν λευκὸν, νέτωπον, ῥόδινον ἔλαιον, ὡς ἄριστα ταῦτα ἀναμὶξ ποιέειν, καὶ ῥάκεα ἐγκατατίλλειν λεπτὰ, καὶ αὐτίκα λουσαμένη, προστιθέσθω χλιαρὰ πρὸς τὸ στόμα· ἢ ἐλάφου μυελὸν καὶ στέαρ τῆξαι ἐν ῥοδίνῳ ἐλαίῳ, ἀναφορύξασα εἴριον μαλθακὸν, προστιθέσθω. Μαλθακὰ προσθετὰ, ὕδωρ ἄγει καὶ μύξας καὶ δέρματα, καὶ οὐχ ἑλκοῖ· σμύρναν ὡς ἀρίστην, καὶ ἁλὸς χόνδρον καὶ πίσσαν ἡδυντὴν, τρίβειν λεῖα καὶ τιθέναι. Ἕτερον προσθετόν· ἐκλέψας κόκκους τριήκοντα, τὸ ἰνδικὸν, ὃ καλέουσιν οἱ Πέρσαι πέπερι, καὶ ἐν τουτέῳ ἔνι στρογγύλον, ὃ καλέουσι μυρτίδανον, ξὺν γάλακτι γυναικείῳ ὁμοῦ τρίβειν καὶ μέλιτι διιέναι· ἔπειτα εἴριον μαλθακὸν καὶ καθαρὸν ἀναφυρήσας, περὶ πτερὸν περιελίξας προσθεῖναι, καὶ τὴν ἡμέρην ἐῇν· ἢν δὲ ἰσχυρότερον βούλῃ ποιῆσαι, σμύρναν ὀλίγην παραμίσγειν ὅσον τριτημόριον, καὶ εἴριον μαλθακὸν καθαρὸν ἢ ἡμίῤῥυπον. Ἄγει ἐξ ὑστερέων καὶ τὸ στόμα μαλθάσσει· νάρκισσος, κύμινον, σμύρνα, λιβανωτὸς, ἀψινθίον, κύπειρος, αὐτὰ ταῦτα καθ’ ἑωυτὰ καὶ ξὺν ῥοδίνῳ ἢ λευκῷ ἐλαίῳ, προσθέσθω δὲ λουσαμένη. Ἰχῶρα ὕφαιμον δυνάμενον ἄγειν· ξὺν τοίσδεσι μίσγειν σμύρναν, ἅλας, κύμινον, χολὴν ταυρείην, μέλι, ἐν εἰρίῳ προστιθέναι· καὶ κυμίνου φύλλα ἠδελφισμένως ἐν οἴνῳ· ἢ ὀπὸν σιλφίου σύκῳ μίσγειν, καὶ βάλανον ποιήσαντα προσθεῖναι· τὸ δ’ αὐτὸ δρᾷ ἡ λευκὴ ῥίζα ξὺν μέλιτι, καὶ μετέπειτα χρίειν ῥοδίνῳ· ἐνεργεῖ δὲ καὶ σκορόδου μώλυζα, νίτρου ἐρυθροῦ, σύκου πίονος ἴσον, μίσγειν δὲ καὶ κικίδα μικρὴν, καὶ βάλανον ποιέειν, καὶ ἐμβάπτειν ἔς τι τῶν ὑγρῶν, καὶ προστιθέναι, κἄπειτα λουσαμένη ἐλάφου στέαρ ἐν εἰρίῳ ἐχέτω. Αἱματώδεα πάντα μᾶλλον τῶν πρόσθεν ἄγειν δύναται καὶ μαλθάσσειν· πέπερι, ἐλατήριον, ξυμμίσγειν δὲ καὶ γυναικὸς γάλα, καὶ τρίβειν ξὺν τοῖσδε καὶ μέλι καὶ ἄλειφα λευκὸν ἢ ἐλάφου στέαρ. Τρηχὺ μὲν, σφοδρὰ δὲ ἄγει παντοῖα· σύκου τὸ πῖαρ, ἐλατηρίου δύο πόσιας, νίτρον ἐρυθρὸν, ὅσον τὸ ἐλατήριον, μέλι ὀλίγον, ἐν ῥάκει ἢ ἐν εἰρίῳ, βάλανον ποιέειν. Ἕτερον· νέτωπον, χολὴν ταύρου, νίτρον, κυκλάμινον, κικίδα, τρίβειν ξὺν μέλιτι, μετέπειτα λουσαμένη στέαρ ἐχέτω ἢ γλήχωνα· καὶ χολὴν ταύρου, σμύρναν, μέλι προστιθέναι, καὶ λουσαμένη ἔλαιον ῥόδινον· ἢ χολὴν ταύρου τριπτὴν περιπλάσσειν πτερῷ, καὶ ἐς ἄλειφα ἐμβάψας αἰγύπτιον, προστιθέναι· ἢ κυκλάμινον ὅσον ἀστράγαλον ξὺν χαλκοῦ ἄνθει, ἢ ἀνεμώνης κεφαλὴν τρίψας ξὺν ἀλήτῳ, πτερῷ περιπλάσσειν, ἢ ἐς λευκὸν εἴριον ἐμβάπτεσθαι. Ἄγει πάντα· σικύης ἐντεριώνης τῆς μακρῆς ἐξελὼν τὸ σπέρμα ξὺν γάλακτι, καὶ σμύρναν, ξὺν αὐτοῖσιν ἄκρητον μέλι, ποσὸν ἔλαιον αἰγύπτιον, ἐν εἰρίῳ μαλθακῷ ἀναφορύξαι· ἢ τὴν ἐντεριώνην τῆς σικύης ξηραίνειν, καὶ μέλι παραχέαι, καὶ τρίβειν, καὶ βάλανον ποιέειν· ἐπὴν δὲ λούσηται, στέαρ προστιθέσθω· ἢ ἐλατηρίου τρεῖς πόσιας ἐν στέατι μαλθακτηρίῳ, ὠοῦ τὸ πυῤῥὸν, ἄλητον, μέλι, κηρὸν λευκὸν, ταῦτα ὁμοῦ χλιαίνειν, καὶ τὸ ἀποστάζον εἰρίῳ ἀνασπογγίσας, πρόσθες· ἢ χηνὸς ἄλειφα, κηρὸν λευκὸν, ῥητίνην, μύρον ῥόδινον· ἢ μυελὸν ἐλάφου τήκειν ἢ στέαρ ὄῖος ἢ αἰγός, ὠοῦ τὸ λευκὸν, ῥόδινον μύρον, ἢ βάλανον ποιέειν ἢ εἰρίῳ ἀναλαμβάνειν.