Ancient Greek · ~11 min
Book 2
Hippocrates, De muliebribus 2.206.1
Not analysed yet
206. Πυρίαι δι’ ὧν ὑστέραι καθαίρονται, ἢν σκληραὶ ἔωσιν οἶνον χρὴ ὡς ἥδιστον ἴσον ἴσῳ κεράσαι, ὡς τρία ἡμίχοα ἀττικὰ, καὶ μαράθου ῥίζαν καὶ τοῦ καρποῦ, τεταρτημόριον, καὶ ῥοδίνου ἀλείφωτος ἡμικοτύλην, ἐς ἐχῖνον ἐράσαι, οὖ τὸ ἐπίθεμα ὀπὴν ἔχει, καὶ ἐπιχέαι τὸν οἶνον, καὶ ἐνθέντα κάλαμον πυριῆσαι, καὶ μετέπειτα τὴν σκίλλην προστίθεσαι. Ἢν ὀδύναι καταιγίζωσιν ἐξαπιναῖοι, καὶ ἀψυχίαι ἔωσι ῥόδων φύλλα, κιννάμωμον, σμύρναν καθαρὴν, νέτωπον, ὀπὸν μήκωνος, τουτέων φθοΐσκους ποιήσας ὅσον δραχμιαίους, ἐπίθες ἐπὶ τρύφος ἀμφορέως, καὶ ἢν διαφανὲς ᾖ, χρῶ ὑποθυμιήματι· ἢ στύρακος, ὅσον ἐμβάλλουσιν ἐς τοὔλαιον, ὡς ἐπὶ τῆς προτέρης χρῆσθαι· ἅπαντα ὁκόσα ἐς τὰ μύρα ἐμβάλλεται, κόψαι καὶ κατασῆσαι· ἐπιβάλλειν δὲ ἐς τὸν βόλβιτον καὶ στύρακα, καὶ περιχρίειν νετώπῳ, ῥόδινον ἔλαιον ὡς ἄριστον, καὶ αἰγύπτιον λευκὸν, θυμία τοῦτο μετὰ τὰς καθάρσιας. Ἢ δάφνης καὶ μυρσίνης φύλλα κόψαι καὶ κυπείρου καρπὸν, ὀργάσασθαι αἰγυπτίῳ λευκῷ μύρῳ καὶ νετώπῳ, καὶ ἐπὶ βολβίτῳ θυμία. Ἀρήγει δὲ καὶ μάννα, κυπαρίσσου πρίσματα, καὶ κυπείρου ῥίζα κοπεῖσα, στῆσαι δὲ καὶ σχοῖνον τὸν ἡδύοσμον, καὶ κάρδαμον, καὶ ἴριν, ταῦτα πάντα μίσγειν, περιχέαι δὲ ῥόδινον ἔλαων καὶ νέτωπον, καὶ χρέο ἐν κρίμνοισι πυρίνοισιν. Ἢ ῥητίνην ἐπὶ νεοπήκτου κεραμίδος θυμία, ἐπιβαλὼν καστόριον ἤ τι τῶν ἀρωμάτων· τὴν δὲ κεφαλὴν τέγγειν ἐλαίῳ ῥοδίνῳ, ἐς δὲ τὼ ὦτε μύρσινον ἢ μήλινον. Ἢ λευκοὺς ἐρεβίνθους καὶ ἀσιαφίδας ἑψήσας δίδου πίνειν, καὶ ἐν ὕδατι θερμῷ καθέζεσθαι. Ἢ ἐλαίας λευκὰς, πρὶν ἂν ἔλαιον ἀνεῖναι, κατακνίσαι καὶ αὐῆναι, καὶ ἐς οἶνον τρίβειν εὐώδεα, καὶ ἐμβάφιον ἀττικὸν διδόναι. Ἢ κανθαρίδων τὰς γαστέρας, ἢ ἀδίαντον, καὶ νίτρον ἐρυθρὸν αἰγύπτιον, καὶ ῥίζαν νάρθηκος, καὶ σελίνου σπέρμα, ταῦτα διδόναι· ἢν δὲ ἐπιλάβῃ στραγγουρίη, ἐν ὕδατι καθιζέσθω, καὶ γλυκὺν πινέτω. Ὀδύνης ὑστερέων· οἶνον ὡς ἥδιστον ἴσον ἴσῳ κεράσας, ὡς τρία ἡμίχοα ἀττικὰ, καὶ μαράθου ῥίζας καὶ τοῦ καρποῦ τριτημόριον, καὶ ῥοδίνου ἐλαίου ἡμικοτύλιον, ταῦτα ἐμβάλλειν ἐς ἐχῖνον καινὸν, καὶ τὸν οἶνον ἐπιχέαντα πυριῇν, καὶ τὴν σκίλλην προστίθεσθαι, ἔστ’ ἂν φῇ τὸ στόμα μαλθακὸν εἶναι καὶ φαρκιδῶδες καὶ εὐρύ· καὶ ἢν ἑλκωθῇ, καὶ ὁλοφλυκτίδες ἔωσιν, ἄμεινον στέατος χηνείου ἀλείφατι ξὺν λιβανωτῷ θεραπεύειν. Ὑπὲρ ὑστερέων ὀδύνης· πευκέδανον, ἀριστολοχίαν, πάνακες, ταῦτα ὁμοῦ μῖξαι ἐν γλυκεῖ οἴνῳ, καὶ χλιήναντα πῖσαι, καὶ μήκωνος λευκῆς ῥοφέειν, καὶ κνίδης σπέρμα. Ἄλλο· πυρίη θυμιητὴ, ἢν ὀδύνη ἔχῃ· σίδια ῥοιῆς γλυκείης, λωτοῦ πρίσματα, ἐλαίης φύλλα ξηρὰ κεκομμένα, ταῦτα ἐλαίῳ ὀργάσασθαι χρὴ καὶ ἐπὶ βόλβιτον πεπυρωμένον ἐπιῤῥίπτειν· ἢ χαλβάνην, σμύρναν, λιβανωτὸν, ἔλαιον λευκὸν αἰγύπτιον ἐπὶ οἰναρίδων. Ἑτέρη πυρίη ἡ δι’ ἀσφάλτου στερεωτέρη· ἀσφάλτου ζακυνθίης, λαγωοῦ τρίχας, πήγανον, κόριον ξηρὸν, ταῦτα τρίψας πάντα, φθοΐδας πλασάμενον θυμιῇν. Ἢ πίσση, σανδαράκη, κόψας λείην, μῖξαι πρίσματα κυπαρίσσου, καὶ τούτοις κηρὸν, καὶ μύρον ἐπιχέας, φθοΐδας ποιέειν, καὶ ἐπὶ πυρὶ θυμιῇν. Ἢ αἰγὸς κέρας καταπρίσας, ἐλαίῳ ἀνακυκᾷν, ἐπὶ πυρὶ θυμιῇν. Ἢ ὀρύξας βόθρον, γίγαρτα φρύγειν, καὶ τὴν σποδιὴν ἐμβάλλειν ἐς τὸν βόθρον, καὶ οἴνῳ εὐώδει νοτίσας τὰ γιγάρτα, περικαθεζομένην πυριῆσθαι· ἔστωσαν δὲ τῶν γιγάρτων δύο μοῖραι, καὶ αὗται δὲ αὖαι ὡς μάλιστα.